- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.109.1-9.109.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
薛西斯从阿梅斯特里丝那里得到了一件精美的斗篷并将其送给阿塔云特,这为他的私情被王后发现埋下了伏笔。
χρόνου δὲ προϊόντος ἀνάπυστα γίνεται τρόπῳ τοιῷδε. ἐξυφήνασα Ἄμηστρις ἡ Ξέρξεω γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ Ξέρξῃ. ὁ δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν Ἀρταΰντην·
随着时间推移,事情以如下方式暴露了。薛西斯的妻子阿梅斯特里丝织了一件巨大、花纹繁复且值得一看的斗篷,送给了薛西斯。他非常高兴,穿上它,去了阿塔云特那里。
ἡσθεὶς δὲ καὶ ταύτῃ1 ἐκέλευσε αὐτὴν αἰτῆσαι ὃ τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑπουργημένων· πάντα γὰρ τεύξεσθαι αἰτήσασαν.2 τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ γενέσθαι, πρὸς ταῦτα εἶπε Ξέρξῃ δώσεις μοι τὸ ἄν σε αἰτήσω; ὁ δὲ πᾶν μᾶλλον δοκέων κείνην αἰτῆσαι ὑπισχνέετο καὶ ὤμοσε. ἣ δὲ ὡς ὤμοσε ἀδεῶς αἰτέει τὸ φᾶρος.
由于他也对她感到欢喜,便让女人提出她想要什么作为她服侍他的回报,因为只要她要求,就一切都能得到。但由于她注定要连同全家一起遭遇厄运,她便对薛西斯说: “如果我向您请求,您会把我所请求的东西赐给我吗?” 薛西斯以为她会请求除了那件斗篷以外的任何东西,便答应并立下了誓言。而她一见他立誓,便毫无惧色地索要那件斗篷。
Ξέρξης δὲ παντοῖος ἐγίνετο3 οὐ βουλόμενος δοῦναι, κατʼ ἄλλο μὲν οὐδέν, φοβεόμενος δὲ Ἄμηστριν, μὴ καὶ πρὶν κατεικαζούσῃ4 τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων· ἀλλὰ πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν, τοῦ ἔμελλε οὐδεὶς ἄρξειν ἀλλʼ ἢ ἐκείνη. Περσικὸν δὲ κάρτα ὁ στρατὸς δῶρον. ἀλλʼ οὐ γὰρ ἔπειθε, διδοῖ τὸ φᾶρος. ἣ δὲ περιχαρὴς ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο.
薛西斯百般推托,不愿给她,这并非因为别的原因,而是因为害怕阿梅斯特里丝,担心被那个甚至在此之前就已猜到发生何事的妻子发现自己正在做的事。为此,他提出赐给她城市、无尽的金子以及一支除了她之外谁也无法指挥的军队——军队是非常具有波斯特色的礼物。然而,因为无法说服她,他还是把斗篷给了她。她对这份礼物无比欣喜,穿在身上,得意洋洋。
- 9.109.2ταύτῃ
指示代词阴性单数与格,指阿塔云特。与前文中薛西斯对斗篷(中性)感到高兴相对应,此处他高兴的对象转为了人。
- 9.109.2τεύξεσθαι αἰτήσασαν
阴性单数宾格分词 αἰτήσασαν 作为将来时不定式 τεύξεσθαι(“将会得到”)的逻辑主语,或者表示条件(“如果她请求”)。它与主动词 ἐκέλευσε 的宾语 αὐτήν 保持一致。
- 9.109.3παντοῖος ἐγίνετο
字面意思是“他变成了各种各样的人”,这是一种惯用表达,意为“(为了拒绝而)百般设法”或“使出浑身解数”。
- 9.109.3κατεικαζούσῃ
现在分词阴性单数与格。在语义上它修饰前文宾格的阿梅斯特里丝(Ἄμηστριν),但在句法上由于句式松散(破格,anakolouthon),它被同化为与格,作为其后被动语态动词 ἐπευρεθῇ(“被发现”)的施事与格或关涉与格。
