← 希罗多德

历史

§8.97.1-8.97.2

薛西斯掩饰撤退意图的伪装备战

薛西斯因担心被截断在欧洲而策划逃跑,但为了掩盖意图,他假装筑堤并备战。然而,唯有马多尼乌斯洞悉其真实意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.97.1

Ξέρξης δὲ ὡς ἔμαθε τὸ γεγονὸς πάθος, δείσας μή1 τις τῶν Ἰώνων ὑποθῆται τοῖσι Ἕλλησι ἢ αὐτοὶ νοήσωσι πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντες τὰς γεφύρας, καὶ ἀπολαμφθεὶς ἐν τῇ Εὐρώπῃ κινδυνεύσῃ ἀπολέσθαι, δρησμὸν ἐβούλευε. θέλων δὲ μὴ ἐπίδηλος εἶναι μήτε τοῖσι Ἕλλησι μήτε τοῖσι ἑωυτοῦ, ἐς τὴν Σαλαμῖνα χῶμα ἐπειρᾶτο διαχοῦν, γαύλους τε Φοινικηίους συνέδεε, ἵνα ἀντί τε σχεδίης ἔωσι καὶ τείχεος, ἀρτέετό τε ἐς πόλεμον ὡς ναυμαχίην ἄλλην ποιησόμενος.

薛西斯得知所发生的灾难后,担心伊奥尼亚人中有人会向希腊人提议,或者希腊人自己会想到航行至赫勒斯滂去拆毁桥梁,从而使自己被截断在欧洲并面临毁灭的危险,于是他开始策划逃跑。但他不希望让希腊人或他自己的部下看穿其意图,便企图向萨拉米斯筑起一道堤坝,并将腓尼基的商船连接起来,使它们既可代替浮桥又可作为防壁,并做好了战争准备,仿佛还要进行另一场海战。

§8.97.2

ὁρῶντες δέ μιν πάντες οἱ ἄλλοι ταῦτα πρήσσοντα εὖ ἠπιστέατο ὡς ἐκ παντὸς νόου παρεσκεύασται μένων πολεμήσειν· Μαρδόνιον δʼ οὐδὲν τούτων ἐλάνθανε ὡς μάλιστα ἔμπειρον ἐόντα2 τῆς ἐκείνου διανοίης.

其他所有人看到他做这些事,都深信他是真心准备留下来继续战斗;然而这一切都未能瞒过马多尼乌斯,因为他是最了解薛西斯心思的人。

语法注2 条
  1. 8.97.1δείσας μή

    在表示担心的不定过去时分词 δείσας 引导的 μή 虚拟从句中,并列了三个虚拟语气动词:ὑποθῆται、νοήσωσι 和 κινδυνεύσῃ。其中强代词 αὐτοὶ 指代希腊人(τοῖσι Ἕλλησι),而非前文的伊奥尼亚人。未来分词 λύσοντες 表示目的。

  2. 8.97.2ὡς μάλιστα ἔμπειρον ἐόντα

    连词 ὡς 表示主观原因,与宾格分词 ἐόντα 连用,该分词在性、数、格上与主句的直接宾语 Μαρδόνιον(马多尼乌斯)保持一致。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.97.1-8.97.2