← 希罗多德

历史

§8.98.1-8.98.2

派遣传令兵与波斯驿站接力制度

薛西斯向波斯本土派去传令兵报告战败。作者详细介绍了波斯人建立的高效邮驿系统(安加雷昂),该系统通过人马接力、无视恶劣天气和昼夜,以极快的速度传递信息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.98.1

ταῦτά τε ἅμα Ξέρξης ἐποίεε καὶ ἔπεμπε ἐς Πέρσας ἀγγελέοντα τὴν παρεοῦσάν σφι συμφορήν. τούτων δὲ τῶν ἀγγέλων ἐστὶ οὐδὲν ὅ τι θᾶσσον παραγίνεται θνητὸν ἐόν·1 οὕτω τοῖσι Πέρσῃσι ἐξεύρηται τοῦτο. λέγουσι γὰρ ὡς ὁσέων ἂν ἡμερέων ᾖ2 ἡ πᾶσα ὁδός, τοσοῦτοι ἵπποι τε καὶ ἄνδρες διεστᾶσι κατὰ ἡμερησίην ὁδὸν ἑκάστην ἵππος τε καὶ ἀνὴρ τεταγμένος·3 τοὺς οὔτε νιφετός, οὐκ ὄμβρος, οὐ καῦμα, οὐ νὺξ ἔργει μὴ οὐ κατανύσαι4 τὸν προκείμενον αὐτῷ δρόμον τὴν ταχίστην.

薛西斯在做这些事的同时,也向波斯派去了一名传令兵,以报告他们所面临的灾难。在凡人之中,没有什么能比这些传令兵到达得更快;波斯人便是如此巧妙地发明了这一制度。因为据说,无论全部路程需要多少天,都有同等数量的马匹和人员按每一天的路程间隔驻守,每一段路都配有一匹马和一个人。无论是积雪、雨水、酷热还是黑夜,都不能阻碍他们以最快的速度完成摆在自己面前的既定行程。

§8.98.2

ὁ μὲν δὴ πρῶτος δραμὼν παραδιδοῖ τὰ ἐντεταλμένα τῷ δευτέρῳ, ὁ δὲ δεύτερος τῷ τρίτῳ· τὸ δὲ ἐνθεῦτεν ἤδη κατʼ ἄλλον καὶ ἄλλον διεξέρχεται παραδιδόμενα, κατά περ ἐν Ἕλλησι ἡ λαμπαδηφορίη τὴν τῷ Ἡφαίστῳ ἐπιτελέουσι. τοῦτο τὸ δράμημα τῶν ἵππων καλέουσι Πέρσαι ἀγγαρήιον.

于是,第一名奔跑的传令兵将所托付的信息移交给第二名,第二名再移交给第三名。此后,这些信息便由一人传给另一人,依次传递下去,正如希腊人为赫菲斯托斯所举行的火炬接力赛一样。这种马匹的接力奔驰,波斯人称之为“安加雷昂”。

语法注4 条
  1. 8.98.1θνητὸν ἐόν

    修饰或限定不定代名词 οὐδὲν(或关系代词 ὅ τι)的分词短语。意为“在凡人的事物(而非神明的事物)之中”,强调在人类所发明的一切手段中,没有比这些传令兵更快的。

  2. 8.98.1ὁσέων ἂν ἡμερέων ᾖ

    表示性质或数量的属格 ἡμερέων。与关系词 ὁσέων ἂν 引导的虚拟语气(表示泛指)连用,表示“无论整个行程(ἡ πᾶσα ὁδός)是多少天”。

  3. 8.98.1ἵππος τε καὶ ἀνὴρ τεταγμένος

    对复数主语 ἵπποι τε καὶ ἄνδρες 的个体分配式同格。使用单数分词 τεταγμένος,以类似于主格绝对的形式表示在每一天的路段(ἡμερησίην ὁδὸν ἑκάστην)上“各配置了一匹马和一个普通人”。

  4. 8.98.1ἔργει μὴ οὐ κατανύσαι

    紧跟在表示阻碍、禁止的动词 ἔργει(εἴργω 的伊奥尼亚方言形式)之后的不定式。由于主句中含有强烈的否定词(οὔτε... οὐκ... οὐ... οὐ),因此使用加强双重否定的 μὴ οὐ 代替单纯的 μή,意为“不能阻碍他们去完成”(即“必定会完成”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.98.1-8.98.2