- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.23.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
塞米斯托克勒刻字后,波斯军收到希腊军撤退的消息,派侦察船确认属实后,于日出时分进军阿提密修姆,随后占领赫斯提亚亚并袭击其沿海地区。
Θεμιστοκλέης μὲν ταῦτα ἐνέγραψε· τοῖσι δὲ βαρβάροισι1 αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἱστιαιεὺς ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν Ἑλλήνων. οἳ δʼ ὑπʼ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχέας ἀπέστειλαν προκατοψομένας·2 ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν,3 οὕτω δὴ ἅμα ἡλίῳ σκιδναμένῳ πᾶσα ἡ στρατιὴ ἐπέπλεε ἁλὴς ἐπὶ τὸ Ἀρτεμίσιον. ἐπισχόντες δὲ ἐν τούτῳ τῷ χώρῳ μέχρι μέσου ἡμέρης, τὸ ἀπὸ τούτου ἔπλεον ἐς Ἱστιαίην· ἀπικόμενοι δὲ τὴν πόλιν ἔσχον τῶν Ἱστιαιέων, καὶ τῆς Ἐλλοπίης μοίρης γῆς δὲ τῆς Ἱστιαιώτιδος τὰς παραθαλασσίας χώρας πάσας ἐπέδραμον.
塞米斯托克勒刻下了这些文字。随后,立刻有一个赫斯提亚亚人乘船来到蛮族那里,报告希腊人已从阿提密修姆逃走的消息。蛮族由于怀疑,便将这个报告者拘禁起来,同时派出快速船只提前去侦察。当这些侦察船返回并报告了真实情况后,他们这才在日出时分,全军集结驶向阿提密修姆。他们在那地方停留到中午,此后便向赫斯提亚亚航行。抵达后,他们占领了赫斯提亚亚人的城市,并袭扰了赫斯提亚欧提斯土地上埃罗皮亚地区的所有沿海地带。
- 8.23.1τοῖσι δὲ βαρβάροισι
表示运动方向或目的地的与格,修饰不及物动词 ἦλθε。尽管在散文中通常会使用介词(如 πρός 或 ἐς),此处单用与格表示“到蛮族那里”。
- 8.23.1προκατοψομένας
动词 προκατοπτεύω(预先侦察)的将来时分词(阴性复数宾格),修饰前置名词 νέας(船只)。与表示运动的动词 ἀπέστειλαν 连用,表示目的(“为了去侦察”)。
- 8.23.1ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν
属格独立结构。词组 τὰ ἦν(动词 εἰμί 的未完成过去时中性复数名词化形式,字面意为“过去存在的事物”)作为分词 ἀπαγγειλάντων 的直接宾语,指代“实际情况”或“事实真相”。
