← 希罗多德

历史

§8.22.1-8.22.3

塞米斯托克勒刻字规劝伊奥尼亚人

塞米斯托克勒在饮水源处的岩石上刻字,呼吁伊奥尼亚人倒戈、保持中立或在战斗中故意怠工。他的意图是,要么以此争取伊奥尼亚人,要么在波斯王与伊奥尼亚人之间制造猜忌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.22.1

Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα, ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα. τὰ Ἴωνες ἐπελθόντες τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο. τὰ δὲ γράμματα τάδε ἔλεγε. ἄνδρες Ἴωνες, οὐ ποιέετε δίκαια ἐπὶ τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλούμενοι.

塞米斯托克勒挑选了雅典船只中航速最快的几艘,巡行于饮水源附近,在岩石上刻下了文字。第二天,赶到阿提密修姆的伊奥尼亚人读到了这些字。文字的内容如下:“伊奥尼亚人啊,你们向自己的祖先开战并企图奴役希腊,这实在是不正义的。

§8.22.2

ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε· εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι, ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε1 καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν. εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι, ἀλλʼ ὑπʼ ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι,2 ὑμεῖς δὲ ἐν τῷ ἔργῳ, ἐπεὰν συμμίσγωμεν, ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπʼ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸς τὸν βάρβαρον ἀπʼ ὑμέων ἡμῖν γέγονε.

如果可能,请务必站到我们这一边;但如果你们无法做到这一点,那么即使是现在,也请你们自己置身事外,并恳求卡里亚人与你们一样保持中立。如果这两件事你们都无法办到,而是被沉重的强权所束缚以至于无法反叛,那么在实际交战时,一旦我们交手,就请你们故意消极怠工,记住你们的祖先源自我们,而我们与野蛮人最初结下怨仇也是由于你们的缘故。”

§8.22.3

Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε, δοκέειν ἐμοί,3 ἐπʼ ἀμφότερα νοέων, ἵνα ἢ λαθόντα τὰ γράμματα βασιλέα4 Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν, ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην, ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ.

在我看来,塞米斯托克勒写下这些字是抱有双重意图的:要么,如果这些文字没有被国王察觉,就可以促使伊奥尼亚人倒戈并站到他们这边;要么,一旦这些字被呈报并向薛西斯告密,就可以使伊奥尼亚人失去信任,从而让他们无法参加海战。

语法注4 条
  1. 8.22.2ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε

    短语 ἐκ τοῦ μέσου ἕζεσθαι(字面意为“从中间退下而坐”)是表示“保持中立”或“置身事外”的习惯用法。与格 ἡμῖν 是利益与格(为了我们),表示伊奥尼亚人的中立有利于希腊人。

  2. 8.22.2ἢ ὥστε ἀπίστασθαι

    在比较级之后接 ἤ ὥστε 加不定式的结构,表示“太……以至于不能……”的结果或程度。这里与“被更大的强权所束缚”(ὑπʼ ἀναγκαίης μέζονος κατέζευχθε)相结合,表示“被过于强大的强迫力量所束缚,以至于无法反叛(ἀπίστασθαι)”。

  3. 8.22.3δοκέειν ἐμοί

    此为绝对不定式的用法,作为插入语,意为“在我看来”或“依我之见”。该表达独立于主句的谓语动词和时态,用于引入作者的主观判断。

  4. 8.22.3λαθόντα τὰ γράμματα βασιλέα

    分词 λαθόντα(λανθάνω 的不定过去时分词)直接以宾格名词 βασιλέα(国王)作直接宾语,意为“如果这些文字不被国王察觉”。动词 λανθάνω 意为“不被……察觉”,通常支配宾格。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.22.1-8.22.3