- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.21.1-8.21.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
记述了阿提密修姆与温泉关两地之间设有联络机制,以及当得知列奥尼达战败的消息后,阿提密修姆的希腊舰队当即按序撤退。
οἳ μὲν δὴ ταῦτα ἔπρησσον, παρῆν δὲ ὁ ἐκ Τρηχῖνος κατάσκοπος. ἦν μὲν γὰρ ἐπʼ Ἀρτεμισίῳ κατάσκοπος Πολύας, γένος Ἀντικυρεύς, τῷ προσετέτακτο, καὶ εἶχε πλοῖον κατῆρες ἕτοιμον, εἰ παλήσειε1 ὁ ναυτικὸς στρατός, σημαίνειν τοῖσι ἐν Θερμοπύλῃσι ἐοῦσι· ὣς δʼ αὕτως ἦν Ἀβρώνιχος ὁ Λυσικλέος Ἀθηναῖος καὶ παρὰ Λεωνίδῃ ἕτοιμος τοῖσι ἐπʼ Ἀρτεμισίω ἐοῦσι ἀγγέλλειν τριηκοντέρῳ, ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν.2
正当他们忙于这些事的时候,来自特拉克斯的侦察员到了。原来,在阿提密修姆曾部署过一名叫作波利亚斯的安提基拉籍侦察员,奉命时刻准备着一艘备有桨舵的船只,一旦海军遭遇败绩,便立即向在温泉关的人通报。同样,吕西克勒斯之子、雅典人阿布罗尼科斯也在列奥尼达身边待命,准备在陆军遭遇意外变故时,乘一艘三十桨船去向阿提密修姆的人报信。
οὗτος ὦν ὁ Ἀβρώνιχος ἀπικόμενός σφι ἐσήμαινε τὰ γεγονότα περὶ Λεωνίδην καὶ τὸν στρατὸν αὐτοῦ. οἳ δὲ ὡς ἐπύθοντο ταῦτα, οὐκέτι ἐς ἀναβολὰς ἐποιεῦντο τὴν ἀποχώρησιν,3 ἐκομίζοντο δὲ ὡς ἕκαστοι ἐτάχθησαν, Κορίνθιοι πρῶτοι, ὕστατοι δὲ Ἀθηναῖοι.
于是,这位阿布罗尼科斯赶到后,向他们报告了有关列奥尼达及其军队所发生的事变。他们一听闻这些消息,便不再拖延撤退,而是按照各自原定的建制顺序开始撤离,科林斯人走在最前面,雅典人殿后。
- 8.21.1εἰ παλήσειε
动词 παλαίω(原意为摔跤、搏斗,在此处引申为“遭受挫败”或“陷入苦战”)的无定过去时主动语态单数第三人称祈愿式。在条件从句中表示对未来可能发生之不幸事件的假设(“如果海军万一战败”)。
- 8.21.1ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν
由连接词 ἤν(ἐάν 的爱奥尼亚方言形式)引导、后接现在时虚拟式 καταλαμβάνῃ 的条件从句。中性比较级形容词 νεώτερον(原意为“更新的事物”)是古典希腊语中常见的委婉语,用来指代“变故”或“灾祸”。整句意为“如果陆军发生任何意外灾害”。
- 8.21.2οὐκέτι ἐς ἀναβολὰς ἐποιεῦντο τὴν ἀποχώρησιν
中动语态动词 ποιεῦντο(ποιέω 的未完成过去时中动语态复数第三人称)与介词短语 ἐς ἀναβολάς(意为“延误、拖延”)及宾格名词 τὴν ἀποχώρησιν(“撤退”)连用,构成一个惯用句型,意为“延迟撤退”。配以否定词 οὐκέτι,表示“他们不再拖延撤退”。
