- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.130.1-8.130.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
从萨拉米斯败退的波斯海军在库墨过冬,并在春天集结于萨摩斯,专注于防守伊奥尼亚。他们因希腊人未进行追击而低估其斗志,并期待着马尔多尼奥斯在陆战中的胜利。
ὁ δὲ ναυτικὸς ὁ Ξέρξεω περιγενόμενος ὡς προσέμιξε τῇ Ἀσίῃ φεύγων ἐκ Σαλαμῖνος καὶ βασιλέα τε καὶ τὴν στρατιὴν ἐκ Χερσονήσου διεπόρθμευσε ἐς Ἄβυδον, ἐχειμέριζε ἐν Κύμῃ. ἔαρος δὲ ἐπιλάμψαντος πρώιος συνελέγετο ἐς Σάμον· αἳ δὲ τῶν νεῶν καὶ ἐχειμέρισαν αὐτοῦ· Περσέων δὲ καὶ Μήδων οἱ πλεῦνες ἐπεβάτευον.
薛西斯那支幸存的海军,在从萨拉米斯逃往亚洲并把国王和军队从赫尔松涅斯渡运到阿卑多斯之后,便在库墨过冬。但春天一早到来,他们就聚集到萨摩斯;有些船只甚至就在那里过冬。船上的海兵大多数是波斯人和米底人。
στρατηγοὶ δέ σφι ἐπῆλθον Μαρδόντης τε ὁ Βαγαίου καὶ Ἀρταΰντης ὁ Ἀρταχαίεω· συνῆρχε δὲ τούτοισι καὶ ἀδελφιδέος αὐτοῦ Ἀρταΰντεω προσελομένου Ἰθαμίτρης.1 ἅτε δὲ μεγάλως πληγέντες, οὐ προήισαν ἀνωτέρω τὸ πρὸς ἑσπέρης, οὐδʼ ἐπηνάγκαζε οὐδείς, ἀλλʼ ἐν τῇ Σάμῳ κατήμενοι ἐφύλασσον τὴν Ἰωνίην μὴ ἀποστῇ, νέας ἔχοντες σὺν τῇσι Ἰάσι τριηκοσίας.
来到他们这里的将军是巴盖乌斯之子马尔东特斯和阿尔塔卡埃斯之子阿尔塔云特斯;此外,阿尔塔云特斯选为同僚的他的侄子伊塔米特雷斯也与他们共同掌权。由于遭受了沉重的打击,他们没有再向西前进,也没有人强迫他们这样做,而是停留在萨摩斯,拥有包括伊奥尼亚船只在内的三百艘战船,提防着伊奥尼亚发生叛乱。
οὐ μὲν οὐδὲ προσεδέκοντο τοὺς Ἕλληνας ἐλεύσεσθαι ἐς τὴν Ἰωνίην ἀλλʼ ἀποχρήσειν σφι τὴν ἑωυτῶν φυλάσσειν,2 σταθμεύμενοι ὅτι σφέας οὐκ ἐπεδίωξαν φεύγοντας ἐκ Σαλαμῖνος ἀλλʼ ἄσμενοι ἀπαλλάσσοντο. κατὰ μέν νυν τὴν θάλασσαν ἑσσωμένοι ἦσαν τῷ θυμῷ, πεζῇ δὲ ἐδόκεον πολλῷ κρατήσειν τὸν Μαρδόνιον.
而且,他们绝不指望希腊人会来到伊奥尼亚,反而认为希腊人只要防守好自己的领土就足够了,这是因为他们推测,当他们从萨拉米斯逃跑时,希腊人并没有追击,而是高兴地撤走了。因此,在海上他们已经在斗志上被击败,但在陆地上,他们认为马尔多尼奥斯会大获全胜。
ἐόντες δὲ ἐν Σάμῳ ἅμα μὲν ἐβουλεύοντο εἴ τι δυναίατο3 κακὸν τοὺς πολεμίους ποιέειν, ἅμα δὲ καὶ ὠτακούστεον ὅκῃ πεσέεται τὰ Μαρδονίου πρήγματα.
在萨摩斯期间,他们一方面商议是否能给敌人造成某种伤害,另一方面也密切打探马尔多尼奥斯的局势会如何发展。
- 8.130.2ἀδελφιδέος αὐτοῦ Ἀρταΰντεω προσελομένου Ἰθαμίτρης
在属格独立结构 ἀδελφιδέος αὐτοῦ Ἀρταΰντεω προσελομένου 中,中动分词 προσελομένου 的逻辑主语是属格的 Ἀρταΰντεω(阿尔塔云特斯),而其逻辑宾语则是以主格形式出现的 Ἰθαμίτρης。这通常被理解为一种破格现象(anacoluthon),其意思是“由于阿尔塔云特斯挑选了他的侄子伊塔米特雷斯(作为同僚)”。
- 8.130.3ἀποχρήσειν σφι τὴν ἑωυτῶν φυλάσσειν
无人称动词 ἀποχρήσει(将足够)的将来不定式 ἀποχρήσειν 作为主句动词 προσεδέκοντο 的宾语(即宾格加不定式结构)。不定式 φυλάσσειν(防守)作为该无人称动词的实际主语,其宾语是 τὴν ἑωυτῶν(他们自己的领土)。与格的 σφι(对他们而言)指的是希腊人。
- 8.130.4εἴ τι δυναίατο
δυναίατο 是伊奥尼亚方言中的现在时中关/被动态第三人称复数祈愿式的特有形式(相当于雅典方言的 δύναιντο)。它在由 εἰ(是否)引导的间接疑问句中,跟在过去时态的主句动词 ἐβουλεύοντο(未完成过去时)之后,属于间接引语中的祈愿式(oblique optative)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
