- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.129.1-8.129.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
在围攻波提亚亚期间,一次罕见的大退潮使波斯军企图渡海进入帕勒涅,但他们随即被前所未有的大涨潮吞噬。波提亚亚人将此归因于对波塞冬神庙的不敬,著者对此表示赞同。
ὃ μὲν1 δὴ τοιούτῳ τρόπῳ ἐπάιστος ἐγεγόνεε· Ἀρταβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες,2 γίνεται ἄμπωτις τῆς θαλάσσης μεγάλη καὶ χρόνον ἐπὶ πολλόν. ἰδόντες δὲ οἱ βάρβαροι τέναγος γενόμενον παρήισαν ἐς τὴν Παλλήνην.
他确实就是以这样的方式败露的。而在阿尔塔巴佐斯进行包围的第三个月,海水发生了一次退潮,规模宏大且持续了很长时间。野蛮人看到露出了浅滩,便开始渡海进入帕勒涅。
ὡς δὲ τὰς δύο μὲν μοίρας διοδοιπορήκεσαν, ἔτι δὲ τρεῖς ὑπόλοιποι ἦσαν, τὰς διελθόντας χρῆν εἶναι ἔσω3 ἐν τῇ Παλλήνῃ, ἐπῆλθε πλημμυρὶς τῆς θαλάσσης μεγάλη, ὅση οὐδαμά κω, ὡς οἱ ἐπιχώριοι λέγουσι, πολλάκις γινομένη.4 οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιστάμενοι διεφθείροντο, τοὺς δὲ ἐπισταμένους οἱ Ποτιδαιῆται ἐπιπλώσαντες πλοίοισι ἀπώλεσαν.
当他们已经走过了五分之二的路程,还剩下五分之三(要进入帕勒涅内部就必须渡过这部分)时,海水突然涨起了大潮,据当地人说,虽然潮汐经常发生,但从未有过如此巨大的潮水。他们当中不会游泳的人便淹死了,而那些会游泳的人,则被波提代亚人驾船上前消灭了。
αἴτιον δὲ λέγουσι Ποτιδαιῆται τῆς τε ῥηχίης καὶ τῆς πλημμυρίδος καὶ τοῦ Περσικοῦ πάθεος γενέσθαι τόδε, ὅτι τοῦ Ποσειδέωνος ἐς τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαστείῳ ἠσέβησαν οὗτοι τῶν Περσέων οἵ περ καὶ διεφθάρησαν ὑπὸ τῆς θαλάσσης· αἴτιον δὲ τοῦτο λέγοντες εὖ λέγειν ἔμοιγε δοκέουσι. τοὺς δὲ περιγενομένους ἀπῆγε Ἀρτάβαζος ἐς Θεσσαλίην παρὰ Μαρδόνιον. οὗτοι μὲν οἱ προπέμψαντες βασιλέα οὕτω ἔπρηξαν.
波提代亚人说,这次退潮、涨潮以及波斯人所遭遇灾难的原因在于:这些被海水吞噬的波斯人,曾对郊外的波塞冬神庙和神像犯下了不敬之罪。在我看来,他们说这就是原因,是很有道理的。阿尔塔巴佐斯带领幸存者回到色萨利,投奔马尔多尼奥斯。那些护送国王的人,其结局便是如此。
- 8.129.1ὃ μὲν
指示代名词,指代前一章中提到的提摩克塞诺斯(Τιμόξεινος)。
- 8.129.1Ἀρτάβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες
与格 Ἀρτάβάζῳ 和分词 πολιορκέοντι 构成基准与格,表示时间流逝的体验主体,直译为“对于正在包围的阿尔塔巴佐斯而言,三个月已经过去时”。
- 8.129.2τὰς διελθόντας χρῆν εἶναι ἔσω
关系代词 τὰς(阴性宾格复数)指代前文的“其余三分(τρεῖς [μοίρας])”,作分词 διελθόντας 的宾语。分词 διελθόντας(阳性宾格复数)与无人称动词 χρῆν 后面不定式 εἶναι 的逻辑主语(波斯人)一致。
- 8.129.2ὅση οὐδαμά κω [...] πολλάκις γινομένη
πολλάκις γινομένη 是表示让步的分词短语(“虽然潮汐经常发生”)。整句意为“虽然此类大潮经常发生,但从未有过如此巨大规模的涨潮”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
