- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.89.1-7.89.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
记述了波斯三列桨战船的总数为1207艘,并详细介绍了腓尼基人和埃及人所提供的船只数量、独特的武装配备以及腓尼基人的起源。
τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι, παρείχοντο δὲ αὐτὰς οἵδε, Φοίνικες μὲν σὺν Σύροισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας, ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν,1 ἐνδεδυκότες δὲ θώρηκας λινέους, ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια.
三列桨战船的数量共计一千二百零七艘,由以下各族提供:腓尼基人与巴勒斯坦的叙利亚人一同提供了三百艘,他们的装备如下:头戴极其接近希腊样式的头盔,身穿亚麻胸甲,手持无边缘的盾牌和投枪。
οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον, ὡς αὐτοὶ λέγουσι, ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης2 οἰκέουσι τὸ παρὰ θάλασσαν· τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται. Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας.
依照这些腓尼基人自己的说法,他们古时居住在红海沿岸,从那里越过叙利亚,定居在沿海一带;叙利亚的这一地区以及直到埃及为止的所有地方都被称为巴勒斯坦。埃及人提供了二百艘船。
οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά, ἀσπίδας δὲ κοίλας, τὰς ἴτυς μεγάλας ἐχούσας, καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους. τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν,3 μαχαίρας δὲ μεγάλας εἶχον.
他们头戴编织的头盔,手持带有大边缘的凹面盾牌,以及海战用的长矛和大长柄斧。他们中的大多数人身穿胸甲,并佩戴着大刀。
- 7.89.1τρόπον τὸν Ἑλληνικόν
表示状态或方式的“副词性宾格”(或“关系宾格”),意为“以希腊式样”。
- 7.89.2ὑπερβάντες τῆς Συρίης
属格 τῆς Συρίης 由带前缀的动词 ὑπερβαίνω(越过)支配,属于表示分离或空间范围的属格,意为“越过叙利亚的边境”。
- 7.89.3τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν
虽然主语 τὸ πλῆθος(大多数)是单数名词,但动词 ἦσαν 和表语 θωρηκοφόροι 却使用了复数形式。这是一种按意义一致(synesis)建立的构文。
