- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.61.1-7.61.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
描述了波斯士兵独特的武装装备,并解释了他们名称的起源,指出他们过去被称为凯斐涅斯,后来因珀耳修斯之子珀耳塞斯而得名。
οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος,1 περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα· ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο·2 αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀιστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης.
参军的人员如下,波斯人是这样装备的:他们头上戴着被称为“提亚拉”的、不坚硬的毡帽;身上穿着带有袖子的、五颜六色的短上衣,呈现出鱼鳞般铁甲的外观;腿上穿着长裤;他们不拿盾牌,而是拿着“格拉”(轻盾),下面挂着箭袋。他们拿着短枪、大弓和芦苇制的箭,此外,还有从腰带上垂在右大腿旁的短剑。
καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός, ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι.
他们提供奥塔内斯——薛西斯之妻阿梅斯特里斯的父亲——作为他们的指挥官。过去,他们被希腊人称为“凯斐涅斯”,而他们自己和邻近的居民则称他们为“阿尔泰奥伊”。
ἐπεὶ δὲ Περσεὺς ὁ Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην, γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην, τοῦτον δὲ αὐτοῦ καταλείπει· ἐτύγχανε γὰρ ἄπαις ἐὼν ὁ Κηφεὺς ἔρσενος γόνου.3 ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον.
但是,当达那厄与宙斯之子珀耳修斯来到贝罗斯之子凯斐乌斯那里,并娶了他的女儿安德洛墨达时,他得了一个儿子,给他起名叫珀耳塞斯,并将他留在了那里;因为凯斐乌斯恰好没有男性的后代。正是因这个人,他们才得到了这个名称。
- 7.61.1λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος
ὄψιν 是关系宾格(限定宾格),意思是“呈现……的外观”。属格短语 λεπίδος σιδηρέης ἰχθυοειδέος 修饰 ὄψιν,整体意为“呈现出鱼鳞般铁甲的外观”。
- 7.61.1ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο
介词 ὑπό 在此作为副词使用,不支配格,意思是“在其下方”(即在前文提到的格拉盾下方)。
- 7.61.3ἔρσενος γόνου
由形容词 ἄπαις(无子的)支配的表示缺乏或剥夺的属格,意思是“缺乏男性后嗣”。
