← 希罗多德

历史

§7.5.1-7.5.3

马尔多尼奥斯劝说薛西斯远征希腊

大流士死后,继承王位的薛西斯起初专心准备远征埃及,但其重臣马尔多尼奥斯极力劝说其远征雅典,以报仇雪恨并夺取富庶美丽的欧洲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.1

ἀποθανόντος δὲ Δαρείου ἡ βασιληίη ἀνεχώρησε ἐς τὸν παῖδα τὸν ἐκείνου Ξέρξην. ὁ τοίνυν Ξέρξης ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶς πρόθυμος ἦν κατʼ ἀρχὰς στρατεύεσθαι, ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆς ἄγερσιν. παρεὼν δὲ καὶ δυνάμενος παρʼ αὐτῷ μέγιστον Περσέων Μαρδόνιος ὁ Γοβρύεω, ὃς ἦν Ξέρξῃ μὲν ἀνεψιὸς Δαρείου δὲ ἀδελφεῆς παῖς, τοιούτου λόγου εἴχετο,1 λέγων δέσποτα, οὐκ οἰκός ἐστι Ἀθηναίους ἐργασαμένους πολλὰ δὴ κακὰ Πέρσας μὴ οὐ δοῦναι δίκην2 τῶν ἐποίησαν. ἀλλʼ εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις3 τά περ ἐν χερσὶ ἔχεις· ἡμερώσας δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ τὰς Ἀθήνας, ἵνα λόγος τέ σε ἔχῃ πρὸς ἀνθρώπων ἀγαθός, καί τις ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι.

大流士死后,王位便传给了他的儿子薛西斯。起初,薛西斯对远征希腊毫无兴趣,而是为了对付埃及而集结军队。然而,侍奉在他身边、在波斯人中拥有最大权力的戈布里亚斯之子马尔多尼奥斯(他是薛西斯的表兄弟,也是大流士姐妹的儿子),执意陈述以下的主张,说道:“陛下,雅典人对波斯人作了许多恶事,却不为他们的所作所为付出代价,这是不合情理的。但是,目前请您先着手处理手头的事情;在平定了狂妄自大的埃及之后,再率军讨伐雅典。这样,您在世人中就会赢得美名,而且今后他人也会心存戒备,不敢轻易侵犯您的土地。”

§7.5.3

οὗτος μέν οἱ ὁ λόγος ἦν τιμωρός· τοῦδε δὲ τοῦ λόγου παρενθήκην ποιεέσκετο τήνδε, ὡς ἡ Εὐρώπη περικαλλὴς εἴη χώρη, καὶ δένδρεα παντοῖα φέρει τὰ ἥμερα, ἀρετήν τε ἄκρη,4 βασιλέι τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι.

这是他主张复仇的话语;但他在此论说之外,还经常附加这样的说辞:欧洲是一片极美丽的土地,出产各种果树,土地极其肥沃,在所有凡人中唯有国王才配拥有它。

语法注4 条
  1. 7.5.1τοιούτου λόγου εἴχετο

    未完成过去时动词 εἴχετο(中动语态 ἔχομαι)意为“坚持”、“紧抓不放”,其进行性的时态特征强调了马尔多尼奥斯不厌其烦地向国王进言、执意坚持其主张的动态过程。

  2. 7.5.2μὴ οὐ δοῦναι δίκην

    双重否定词 μὴ οὐ 置于不定式 δοῦναι 之前,呼应前文的否定表达 οὐκ οἰκός(不合情理)。整句形成强烈的肯定语气:“阿典人不付出代价是不合情理的(即他们必须付出代价)”。

  3. 7.5.2εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοις

    连词 εἰ 后接不带 ἄν 的 optative(祈愿/希求法)动词 πρήσσοις。此处用于向君主表达一种委婉的愿望或温和的建议、命令(“倘若您现在能做……”)。

  4. 7.5.3ἀρετήν τε ἄκρη

    名词 ἀρετή(“卓越”、“优秀品质”,此处指土地的肥沃度)与形容词 ἄκρος(“最高的”)以关系/方面宾格(ἀρετήν)形式结合,意为“在土地质量(肥沃程度)上达到了极致”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.5.1-7.5.3