- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.6.1-7.6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
马尔多尼奥斯出于个人野心力劝薛西斯远征,同时色萨利的阿列乌斯家族以及被逐的庇西特拉图家族也来到波斯宫廷促请出兵,他们还带着神谕编纂者奥诺马克里托斯,后者通过宣读吉利的神谕来迎合国王。
ταῦτα ἔλεγε οἷα νεωτέρων ἔργων ἐπιθυμητὴς ἐὼν καὶ θέλων αὐτὸς τῆς Ἑλλάδος ὕπαρχος εἶναι. χρόνῳ δὲ κατεργάσατό τε καὶ ἀνέπεισε ὥστε ποιέειν ταῦτα Ξέρξην· συνέλαβε γὰρ καὶ ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην.1
马尔多尼奥斯之所以说这些话,是因为他渴望新的企图,并且希望自己能成为希腊的行省总督。随着时间的推移,他终于达到了目的,并说服了薛西斯去做这些事;因为还有其他对他说服薛西斯有利的事情也汇合在了一起。
τοῦτο μὲν ἀπὸ τῆς Θεσσαλίης παρὰ τῶν Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βασιλέα πᾶσαν προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα· οἱ δὲ2 Ἀλευάδαι οὗτοι ἦσαν Θεσσαλίης βασιλέες. τοῦτο δὲ Πεισιστρατιδέων οἱ ἀναβεβηκότες ἐς Σοῦσα, τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι, καὶ δή τι πρὸς τούτοισι ἔτι πλέον προσωρέγοντό οἱ· ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον, χρησμολόγον τε καὶ διαθέτην χρησμῶν τῶν Μουσαίου, ἀναβεβήκεσαν, τὴν ἔχθρην προκαταλυσάμενοι. ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθηνέων, ἐπʼ αὐτοφώρῳ ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν, ὡς αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆσοι ἀφανιζοίατο3 κατὰ τῆς θαλάσσης.
一方面,从色萨利由阿列乌斯家族派来的使者正在恳请国王,对讨伐希腊表现出极大的热情;而这些阿列乌斯家族的人就是色萨利的国王们。另一方面,那些已经上到苏萨的庇西特拉图的儿子们,也坚持着与阿列乌斯家族相同的说辞,甚至在此之外还向国王提供了更多的好处;他们带着雅典人奥诺马克里托斯(一个神谕预言家和缪塞乌斯神谕的编纂者)一同上京,并已在事前化解了他们之间的敌意。因为奥诺马克里托斯此前曾被庇西特拉图之子希帕科斯驱逐出雅典,原因是他被赫尔米奥内的拉斯斯当场抓住,在缪塞乌斯的神谕中伪造并插入了一条神谕,声称雷姆诺斯岛附近的岛屿将消失在海中。
διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος, πρότερον χρεώμενος τὰ μάλιστα. τότε δὲ συναναβὰς ὅκως ἀπίκοιτο ἐς ὄψιν τὴν βασιλέος, λεγόντων τῶν Πεισιστρατιδέων περὶ αὐτοῦ σεμνοὺς λόγους, κατέλεγε τῶν χρησμῶν· εἰ μέν τι ἐνέοι σφάλμα φέρον τῷ βαρβάρῳ, τῶν μὲν ἔλεγε οὐδέν,4 ὁ δὲ τὰ εὐτυχέστατα ἐκλεγόμενος ἔλεγε τόν τε Ἑλλήσποντον ὡς ζευχθῆναι χρεὸν εἴη ὑπʼ ἀνδρὸς Πέρσεω, τήν τε ἔλασιν ἐξηγεόμενος.
因此,希帕科斯将他驱逐,尽管以前非常器重他。但这一次,他与他们一同上京,每当来到国王面前时,庇西特拉图的儿子们便对他大加赞扬,而他则宣读神谕;如果神谕中含有对异族人不利的灾祸,他便绝口不提,而只挑选出最吉利的部分,宣称赫勒斯滂海峡注定要由一个波斯人架设桥梁,并阐释远征的具体步骤。
οὗτός τε δὴ χρησμῳδέων προσεφέρετο καὶ οἵ τε Πεισιστρατίδαι καὶ οἱ Ἀλευάδαι γνώμας ἀποδεικνύμενοι.
就这样,他通过宣读神谕来向国王进言,而庇西特拉图的儿子们和阿列乌斯家族的人也通过发表自己的见解来向国王施加影响。
- 7.6.1συνέλαβε γὰρ καὶ ἄλλα οἱ σύμμαχα γενόμενα ἐς τὸ πείθεσθαι Ξέρξην
中性复数主语 ἄλλα ... γενόμενα 搭配了单数动词 συνέλαβε(即所谓的“雅典一致”)。οἱ 是指向马尔多尼奥斯的与格(利益与格)。ἐς τὸ πείθεσθαι 是前置词 ἐς 与带冠词不定式的结合,表示目的或方向,而 Ξέρξην 则是该不定式 πείθεσθαι 在语义上的主语(宾格)。
- 7.6.2τοῦτο μὲν ... τοῦτο δὲ
使用副词性宾格 τοῦτο 的相关结构,增强了普通的 μὲν ... δὲ ...(一方面……,另一方面……)。这是希罗多德散文中非常具有特征性的用法。
- 7.6.3ἀφανιζοίατο
爱奥尼亚方言中的第三人称复数现在(或未完成)被动(或中动)祈愿语气形式(相当于雅典方言的 ἀφανίζοιντο)。由于位于叙述过去传闻或神谕内容的从句(ὡς 从句)中,此处使用了间接引语的斜格祈愿语气(optative of indirect discourse)。
- 7.6.4ὅκως ἀπίκοιτο ... εἰ μέν τι ἐνέοι ... τῶν μὲν ἔλεγε οὐδέν
表示过去重复习惯的句式。时间从句 ὅκως ἀπίκοιτο(连词 ὅκως + 祈愿语气)和条件从句 εἰ μέν τι ἐνέοι(εἰ + 祈愿语气)与主句中表示过去重复或持续行为的未完成过去时动词 κατέλεγε 和 ἔλεγε 相呼应。
