← 希罗多德

历史

§7.220.1-7.220.4

列奥尼达遣走盟军的缘由与神谕

解释了列奥尼达遣走盟友的原因,一种说法是他出于对盟友的关怀,另一种则是他根据神谕为了斯巴达的荣誉而选择自我牺牲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.220.1

λέγεται δὲ καὶ ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης, μὴ ἀπόλωνται κηδόμενος· αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως1 ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν.

但也有人说,是列奥尼达本人遣走了他们,因为他担心他们会白白牺牲;而对他自己以及在场的斯巴达人来说,擅自撤离他们最初前来防守的阵地,则是极不体面的。

§7.220.2

ταύτῃ καὶ μᾶλλον τὴν γνώμην πλεῖστος εἰμί,2 Λεωνίδην, ἐπείτε ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν, κελεῦσαι σφέας ἀπαλλάσσεσθαι, αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν· μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο, καὶ ἡ Σπάρτης εὐδαιμονίη οὐκ ἐξηλείφετο.

在这点上,我更倾向于以下看法:列奥尼达在察觉到盟友们态度消极、不愿共同承担危险时,便命令他们撤离,但他自己认为撤退是不光彩的。如果他留守此地,不仅能为自己留下极大的名声,斯巴达的繁荣也不会被抹去。

§7.220.3

ἐκέχρηστο γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατʼ ἀρχὰς ἐγειρομένου, ἢ Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων ἢ τὸν βασιλέα σφέων ἀπολέσθαι. ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ λέγοντα ὧδε.

因为在战争刚刚爆发之初,女祭司皮提亚就对前来求问这场战争的斯巴达人降下了神谕:要么拉刻代蒙被野蛮人毁灭,要么他们的国王阵亡。她用六音步诗向他们宣示,内容如下:

§7.220.4

" ὑμῖν δʼ, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι πέρθεται, ἢ τὸ μὲν οὐχί, ἀφʼ Ἡρακλέους δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.3 οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἑ φημί σχήσεσθαι, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται." ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην, καὶ βουλόμενον κλέος καταθέσθαι μούνων Σπαρτιητέων, ἀποπέμψαι4 τοὺς συμμάχους μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτω ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους.

" 宽阔的斯巴达居民啊,对于你们, 要么你们那伟大而荣耀的城市被佩尔修斯后裔的男子摧毁, 要么并非如此,但拉刻代蒙的土地 将为赫拉克勒斯后代中一位逝去的国王哀悼。 因为即使是公牛或雄狮的力量也无法阻挡他, 因为他拥有宙斯的力量;我断言, 在彻底撕裂这两者之一以前,他绝不会止步。" 列奥尼达正是由于考虑到了这些,并且希望将这份荣耀仅留给斯巴达人,才遣走了盟友,而不想让那些离去的人因为意见分歧而如此无秩序地撤离。

语法注4 条
  1. 7.220.1οὐκ ἔχειν εὐπρεπέως

    在由 λέγεται 引导的间接引语中,不定式 ἔχειν 与副词 εὐπρεπέως 连用,相当于非人称的 εἶναι 加上形容词,表示“对……(与格)来说,做某事是不体面的”。

  2. 7.220.2τὴν γνώμην πλεῖστος εἰμί

    τὴν γνώμην 是关系宾格(“在观点方面”)。πλεῖστος εἰμί 是希罗多德特有的表达,意为“我是最倾向于……的”,整句表示“在这一点上我极力赞同以下看法”。

  3. 7.220.4Λακεδαίμονος οὖρος

    οὖρος 是爱奥尼亚/史诗方言词汇,可解释为(1)“边界、领土”(相当于雅典方言的 ὅρος)或(2)“守护者”(相当于 φύλαξ)。此处采用第(1)种解释,作主语,意为“拉刻代蒙的土地将哀悼(逝去的国王)”。

  4. 7.220.4ἀποπέμψαι

    这是承接 220.2 中 τὴν γνώμην πλεῖστος εἰμί(我极力赞同以下看法)开始的长篇“对格加不定式”结构的总结性不定式。其逻辑主语为对格的 Λεωνίδην,而 ἀποπέμψαι 在此结构中充当主要动词,构成了宏大的倒装(hyperbaton)句式。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.220.1-7.220.4