← 希罗多德

历史

§7.218.1-7.218.3

福基斯人的交锋与波斯军的下山

波斯人因踩踏橡树落叶发出的沙沙声而被福基斯人察觉。福基斯人撤退到山顶并做好必死准备,而波斯人无视他们并迅速下山。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.218.1

ἔμαθον δὲ σφέας οἱ Φωκέες ὧδε ἀναβεβηκότας· ἀναβαίνοντες γὰρ ἐλάνθανον1 οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον.2 ἦν μὲν δὴ νηνεμίη, ψόφου δὲ γινομένου πολλοῦ, ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί, ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα, καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν.

福基斯人是通过以下方式发现他们已经登上来:因为在波斯人行动时,由于整座山都长满了橡树,所以他们没有被察觉。当时确实毫无风声,但当因为脚下铺满落叶而如期产生巨大的沙沙声时,福基斯人便一跃而起,开始穿戴盔甲,而异族人也立刻出现在眼前。

§7.218.2

ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα, ἐν θώματι ἐγένοντο· ἐλπόμενοι γὰρ οὐδένα σφι φανήσεσθαι ἀντίξοον ἐνεκύρησαν στρατῷ. ἐνθαῦτα Ὑδάρνης καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι3 Λακεδαιμόνιοι, εἴρετο Ἐπιάλτην ὁποδαπὸς εἴη ὁ στρατός, πυθόμενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην.

当他们看见有人在穿戴盔甲时,感到十分惊异;因为他们本以为不会有任何人出现阻拦他们,却不料遇上了一支军队。此时,许达尔内斯因害怕这些福基斯人是拉刻代蒙人,便向埃庇阿尔特斯询问这支军队是哪里的;在确切地得知情况后,他便部署波斯人准备战斗。

§7.218.3

οἱ δὲ Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι, οἴχοντο φεύγοντες4 ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον, ἐπιστάμενοι ὡς ἐπὶ σφέας ὁρμήθησαν ἀρχήν, καὶ παρεσκευάδατο5 ὡς ἀπολεόμενοι. οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο, οἳ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος.

而福基斯人遭到又多又密的箭雨射击时,便逃往山顶,他们以为敌人一开始就是冲着他们而来的,并做好了必死的准备。就在这些人如此作想之时,埃庇阿尔特斯和许达尔内斯率领的波斯人根本不理会福基斯人,而是迅速向山下走去。

语法注5 条
  1. 7.218.1ἀναβαίνοντες γὰρ ἐλάνθανον

    动词 λανθάνω 与主格分词结合,表示“不为人知地做某事”或“在未被察觉的情况下做某事”。此处意为“他们(波斯人)在登山时未被察觉”。

  2. 7.218.1ἐὸν δρυῶν ἐπίπλεον

    ἐόν 是存在动词 εἰμί 的中性单数分词(爱奥尼亚方言,相当于雅典方言的 ὄν),修饰 τὸ ὄρος πᾶν(整座山)。形容词 ἐπίπλεον(满的)支配属格 δρυῶν(橡树)。

  3. 7.218.2καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι

    在表示担忧的动词 καταρρωδέω(害怕)之后,连词 μὴ 引导接续法(ἔωσι 是 εἰμί 的第三人称复数接续法,相当于雅典方言的 ὦσι),表示“唯恐/害怕福基斯人是……”。

  4. 7.218.3οἴχοντο φεύγοντες

    动词 οἴχομαι 与分词结合,强调动作的完成和随后的离去,意为“逃跑而去了”。

  5. 7.218.3παρεσκευάδατο

    这是动词 παρασκευάζω 的第三人称复数过去完成时被动语态的爱奥尼亚方言形式(词尾为 -ατο,相当于雅典方言的 παρεσκευασμένοι ἦσαν),意为“他们已经做好了(必死的)准备”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.218.1-7.218.3