- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.193.1-7.193.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
希腊军再次返回阿提密西昂,并继续称波塞冬为“救主”。与此同时,风暴平息后的波斯舰队绕过马格尼西亚海岬,停泊在与阿尔戈号传说相关的阿斐泰。
οἳ μὲν δὴ τὸ δεύτερον ἐλθόντες περὶ τὸ Ἀρτεμίσιον ἐναυλόχεον, Ποσειδέωνος σωτῆρος ἐπωνυμίην ἀπὸ τούτου ἔτι καὶ ἐς τόδε νομίζοντες.1 οἱ δὲ βάρβαροι, ὡς ἐπαύσατό τε ὁ ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο, κατασπάσαντες τὰς νέας ἔπλεον παρὰ τὴν ἤπειρον, κάμψαντες δὲ τὴν ἄκρην τῆς Μαγνησίης ἰθέαν2 ἔπλεον ἐς τὸν κόλπον τὸν ἐπὶ Παγασέων φέροντα.
希腊人第二次来到阿提密西昂并停泊在那里,从那时起直到今天,他们一直习惯称波塞冬为“救主”。而野蛮人,当风暴平息、波浪平整后,便将船只推下海,沿着大陆航行;在绕过马格尼西亚的海岬后,他们便直接驶入通往帕加塞的湾区。
ἔστι δὲ χῶρος ἐν τῷ κόλπῳ τούτῳ τῆς Μαγνησίης, ἔνθα λέγεται τὸν Ἡρακλέα καταλειφθῆναι ὑπὸ Ἰήσονος τε καὶ τῶν συνεταίρων ἐκ τῆς Ἀργοῦς ἐπʼ ὕδωρ πεμφθέντα,3 εὖτʼ ἐπὶ τὸ κῶας ἔπλεον ἐς Αἶαν τὴν Κολχίδα· ἐνθεῦτεν γὰρ ἔμελλον ὑδρευσάμενοι ἐς τὸ πέλαγος ἀφήσειν. ἐπὶ τούτου4 δὲ τῷ χώρῳ οὔνομα γέγονε Ἀφέται. ἐν τούτῳ ὦν ὅρμον οἱ Ξέρξεω ἐποιεῦντο.
在马格尼西亚的这一湾区内有一个地方,据传说,当阿尔戈号的船员为了金羊毛而驶向科尔基斯的埃亚时,赫拉克勒斯曾被派去打水,却被伊阿宋和同伴们从阿尔戈号上遗弃。因为他们原本计划在补充水分后,便从那里启航驶向外海。由于这个原因,该地得名为阿斐泰。于是,薛西斯的军队便在此处安营停泊。
- 7.193.1νομίζοντες
动词 νομίζω 除了“认为”或“相信”之外,还有“作为习惯承认”或“惯常使用”的意思。此处以 ἐπωνυμίην(称号)为宾语,表示“习惯性地使用这一称号”。
- 7.193.1ἰθέαν
形容词 ἰθύς(直的)的阴性单数宾格形式(ἰθεῖαν 的爱奥尼亚方言形式),在此作副词使用,意为“笔直地”或“直接地”,源于省略了 ὁδόν(道路)的宾格副词性用法。
- 7.193.2πεμφθέντα
第一不定过去时被动分词的阳性单数宾格形式,修饰 τὸν Ἡρακλέα。该词是依附于 λέγεται 的“宾格加不定式”结构(λέγεται τὸν Ἡρακλέα καταλειφθῆναι)的主语,用以解释他被遗弃时的状况(“被派去打水”)。
- 7.193.2ἐπὶ τούτου
介词 ἐπί 接属格,表示原因或依据,意为“基于此事”或“因此”(指赫拉克勒斯被遗弃,或他们计划从该地启航之事)。
