- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.184.1-7.184.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
作者详细计算了波斯军队在抵达温泉关之前的兵力,指出从亚洲出发的海陆两军总人数超过了二百三十万人。
μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων ἀπαθής τε κακῶν ἦν ὁ στρατός, καὶ πλῆθος ἦν τηνικαῦτα ἔτι, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω,1 τῶν μὲν ἐκ τῶν νεῶν τῶν ἐκ τῆς Ἀσίης, ἐουσέων ἑπτὰ καὶ διηκοσιέων καὶ χιλιέων, τὸν μὲν ἀρχαῖον ἑκάστων τῶν ἐθνέων ἐόντα ὅμιλον τέσσερας καὶ εἴκοσι μυριάδας καὶ πρὸς χιλιάδα τε καὶ τετρακοσίους, ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι2 ἐν ἑκάστῃ νηί.
直到这个地方以及温泉关,军队一直免受灾祸,并且当时的数量据我计算所得,依然如下:那些来自亚洲的一千二百零七艘船只的船员,若按每艘船两百人计算,各族原先的人数总共为二十四万一千四百人。
ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν, χωρὶς ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων, Περσέων τε καὶ Μήδων καὶ Σακέων τριήκοντα ἄνδρες. οὗτος ἄλλος ὅμιλος γίνεται τρισμύριοι καὶ ἑξακισχίλιοι καὶ πρὸς διηκόσιοί τε καὶ δέκα.
在这些船上,除了各地方原本的战士之外,还搭乘着波斯人、米底亚人和萨卡人共三十名战士。这另一部分的人数达到了三万六千二百一十人。
προσθήσω δʼ ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν πεντηκοντέρων, ποιήσας, ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον, ἀνʼ ὀγδώκοντα ἄνδρας ἐνεῖναι.3 συνελέχθη δὲ ταῦτα τὰ πλοῖα, ὡς καὶ πρότερον εἰρέθη, τρισχίλια. ἤδη ὦν ἄνδρες ἂν εἶεν ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι.
我还要在这一数量和先前的数量之上,再加上五十桨船上的人数,假定每艘船上平均有八十人,无论实际比这多还是少。如前所述,这些船只共聚集了三千艘。因此,在这些船上的人数应该有二十四万人。
τοῦτο μὲν δὴ τό ἐκ τῆς Ἀσίης ναυτικὸν ἦν, σύμπαν ἐὸν πεντήκοντα μυριάδες καὶ μία, χιλιάδες δὲ ἔπεισι ἐπὶ ταύτῃσι ἑπτὰ καὶ πρὸς ἑκατοντάδες ἓξ καὶ δεκάς. τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες ἐγένοντο, τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες. προσθήσω δʼ ἔτι τούτοισι τὰς καμήλους τοὺς ἐλαύνοντας Ἀραβίους καὶ τοὺς τὰ ἅρματα Λίβυας, πλῆθος ποιήσας δισμυρίους ἄνδρας.
这就是来自亚洲的海军,总计为五十一万七千六百一十人。而步兵有一百七十万人,骑兵有八万人。我还要在这些人数中加入骑骆驼的阿拉伯人和驾驶战车的利比亚人,将其数量定为两万人。
καὶ δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθος συντιθέμενον γίνεται διηκόσιαί τε μυριάδες καὶ τριήκοντα καὶ μία, καὶ πρὸς χιλιάδες ἑπτὰ καὶ ἑκατοντάδες ἓξ καὶ δεκάς. τοῦτο μὲν τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν4 εἴρηται, ἄνευ τε τῆς θεραπηίης τῆς ἑπομένης καὶ τῶν σιταγωγῶν πλοίων καὶ ὅσοι ἐνέπλεον τούτοισι.
因此,船员与陆军的人数相加,总计为二百三十一万七千六百一十人。这已经说明了从亚洲本土出发的这支军队的人数,但不包括随行的仆役、运粮船以及在运粮船上航行的人。
- 7.184.1ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω
由连词 ὡς 引导的比较或限制从句。伴随现在分词 συμβαλλόμενος(意为“计算”、“考虑”),表示“据我计算所得”。
- 7.184.1ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι
前置词 ἀνά 表示分配(“每个……”、“按……之率”)。复数与格分词 λογιζομένοισι 是关系人与格,具有条件性含义,意为“(对计算者而言)如果计算的话”。
- 7.184.3ποιήσας, ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον, ἀνʼ ὀγδώκοντα ἄνδρας ἐνεῖναι
分词 ποιήσας 在此意为“假定”、“认为”。不定式 ἐνεῖναι 采用对格主语 ὀγδώκοντα ἄνδρας 的对格加不定式结构。插入从句 ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον 意为“(无论)比这多还是少”。
- 7.184.5τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν
与名词 στράτευμα 一致的被动不定过去时分词 ἐξαναχθὲν 作定语(限定用法),意为“从亚洲本土出发的军队”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
