← 希罗多德

历史

§7.185.1-7.185.3

加入欧洲征集军后的波斯全军兵力推算

作者推测了加入波斯军队的来自色雷斯和马其顿等欧洲各族的陆海军兵力,并计算了与来自亚洲的军队合并后的战斗人员总数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.185.1

τὸ δὲ δὴ ἐκ τῆς Εὐρώπης ἀγόμενον στράτευμα ἔτι προσλογιστέα1 τούτῳ παντὶ τῷ ἐξηριθμημένῳ· δόκησιν δὲ δεῖ λέγειν. νέας μέν νυν οἱ ἀπὸ Θρηίκης Ἕλληνες καὶ οἱ ἐκ τῶν νήσων τῶν ἐπικειμενέων τῇ Θρηίκῃ παρείχοντο εἴκοσι καὶ ἑκατόν· ἐκ μέν νυν τουτέων τῶν νεῶν ἄνδρες τετρακισχίλιοι καὶ δισμύριοι γίνονται.

至于从欧洲带出来的军队,也必须加到这所有已计算的人数之中;然而,这只能根据推测来说。现在,来自色雷斯的希腊人以及来自靠近色雷斯诸岛的人们提供了一百二十艘船;而从这些船上,人数达到了两万四千人。

§7.185.2

πεζοῦ δὲ τὸν2 Θρήικες παρείχοντο καὶ Παίονες καὶ Ἐορδοὶ καὶ Βοττιαῖοι καὶ τὸ Χαλκιδικὸν γένος καὶ Βρύγοι καὶ Πίερες καὶ Μακεδόνες καὶ Περραιβοὶ καὶ Ἐνιῆνες καὶ Δόλοπες καὶ Μάγνητες καὶ Ἀχαιοὶ καὶ ὅσοι τῆς Θρηίκης τὴν παραλίην νέμονται, τούτων τῶν ἐθνέων τριήκοντα μυριάδας δοκέω γενέσθαι.

而在步兵方面,色雷斯人、派奥尼亚人、埃尔多伊人、波提埃伊人、卡尔基迪克诸族、布里戈伊人、皮埃雷斯人、马其顿人、佩赖博伊人、埃尼埃内斯人、多洛佩斯人、马格内斯人、阿卡亚人,以及所有居住在色雷斯沿岸地区的人所提供的步兵,我估计从这些民族中总共达到了三十万人。

§7.185.3

αὗται ὦν αἱ μυριάδες ἐκείνῃσι προστεθεῖσαι τῇσι ἐκ τῆς Ἀσίης, γίνονται αἱ πᾶσαι ἀνδρῶν αἱ μάχιμοι μυριάδες διηκόσιαι καὶ ἑξήκοντα καὶ τέσσερες, ἔπεισι δὲ ταύτῃσι ἑκατοντάδες ἑκκαίδεκα καὶ δεκάς.

因此,这些万人之数,如果加到来自亚洲的那些人数之上,所有的战斗人员总数就达到了二百六十四万,此外还要再加上一千六百一十人。

语法注2 条
  1. 7.185.1προσλογιστέα

    动形容词 προσλογιστέος 的中性复数形式。虽然它在数上与中性单数主语 τὸ... στράτευμα 不一致,但在希罗多德中,动形容词的中性复数经常被非人称地使用,以表示义务(“必须被加上”),其主语有时被视为直接宾语。

  2. 7.185.2τὸν

    关系代词 ὅν 的爱奥尼亚方言形式。其先行词为部分属格 πεζοῦ,并在关系从句中作为 παρείχοντο 的直接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.185.1-7.185.3