← 希罗多德

历史

§7.18.1-7.18.4

阿尔塔巴诺斯改变立场与公布远征计划

受到梦中可怕威胁的阿尔塔巴诺斯改变了立场,力劝克塞克塞斯立即准备远征希腊。曾经是唯一反对者的阿尔塔巴诺斯如今成了最积极的推动者,远征计划随即向波斯人公开。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.18.1

ταῦτά τε ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν1 καὶ θερμοῖσι σιδηρίοισι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς ὀφθαλμούς. καὶ ὃς ἀμβώσας μέγα ἀναθρώσκει, καὶ παριζόμενος Ξέρξῃ, ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπηγεόμενος,2 δεύτερά οἱ λέγει τάδε.

阿尔塔巴诺斯觉得,那个梦不仅在用这些话威胁他,而且正准备用炽热的铁器烧瞎他的双眼。于是他大叫一声,一跃而起,坐在克塞克塞斯身边,在向他详细讲述完梦中所见的光景之后,接着对他说了下面这些话:

§7.18.2

ἐγὼ μέν, ὦ βασιλεῦ, οἷά ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεσόντα πρήγματα ὑπὸ ἡσσόνων, οὐκ ἔων3 σε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν, ἐπιστάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν, μεμνημένος μὲν τὸν ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε, μεμνημένος δὲ καὶ τὸν ἐπʼ Αἰθίοπας τὸν Καμβύσεω, συστρατευόμενος δὲ καὶ Δαρείῳ ἐπὶ Σκύθας.

“大王啊,我作为一个已经见过许多庞大帝国被弱小势力击毁的人,本不愿让您在一切事上都顺从自己的年轻气盛,因为我知道贪求多得是多么有害,且牢记着居鲁士远征马萨格泰人是如何收场的,也牢记着冈比西斯对埃塞俄比亚人的征讨,而且我自己也曾随大流士一同出征斯基泰人。

§7.18.3

ἐπιστάμενος ταῦτα γνώμην εἶχον ἀτρεμίζοντά σε μακαριστὸν εἶναι πρὸς πάντων ἀνθρώπων. ἐπεὶ δὲ δαιμονίη τις γίνεται ὁρμή, καὶ Ἕλληνας, ὡς οἶκε, καταλαμβάνει τις φθορὴ θεήλατος, ἐγὼ μὲν καὶ αὐτὸς τρέπομαι καὶ τὴν γνώμην μετατίθεμαι, σὺ δὲ σήμηνον μὲν Πέρσῃσι τὰ ἐκ τοῦ θεοῦ πεμπόμενα, χρᾶσθαι δὲ κέλευε τοῖσι ἐκ σέο πρώτοισι προειρημένοισι ἐς τὴν παρασκευήν, ποίεε δὲ οὕτω ὅκως τοῦ θεοῦ παραδιδόντος4 τῶν σῶν ἐνδεήσει μηδέν.

深知这些情况,我曾认为只要您保持静守,您就会被所有人视为幸福之人。但既然如今有某种神意的冲动在起作用,且正如所见,某种神遣的毁灭正在降临到希腊人头上,我自己也转变了立场,改变了看法;至于您,请向波斯人昭示神所降示的一切,并命令他们遵从您最初关于备战所做出的指示,务必做好准备,使得在神提供机会时,您这一方不会有任何遗漏。”

§7.18.4

τούτων δὲ λεχθέντων, ἐνθαῦτα ἐπαερθέντες τῇ ὄψι, ὡς ἡμέρη ἐγένετο τάχιστα, Ξέρξης τε ὑπερετίθετο ταῦτα Πέρσῃσι, καὶ Ἀρτάβανος, ὃς πρότερον ἀποσπεύδων μοῦνος ἐφαίνετο, τότε ἐπισπεύδων φανερὸς ἦν.5

这些话说完之后,两人因那幻象而受到鼓舞,天一亮,克塞克塞斯便立刻将这些事向波斯人们做了交待,而此前似乎是唯一一个极力阻挠此事的阿尔塔巴诺斯,此时也显而易见地在极力促成此事了。

语法注5 条
  1. 7.18.1ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν

    意为“阿尔塔巴诺斯认为梦中在威胁……”。主句动词 ἐδόκεε 采用人称结构,以 Ἀρτάβανος 为主语,意为“阿尔塔巴诺斯(自认为)觉得……”。不定式 ἀπειλέειν 的逻辑主语是宾格的 τὸ ὄνειρον。

  2. 7.18.1διεξῆλθε ἀπηγεόμενος

    复合动词 διεξέρχομαι(详细讲述、结束)与现在分词 ἀπηγεόμενος(讲述)相结合,表示“详细讲完”或“叙述完毕”。

  3. 7.18.2οὐκ ἔων

    动词 ἐάω(允许、任凭)的未完成过去时带否定词。此处不仅表示过去的事实“我不允许”,还带有一种企图或意图的色彩(尝试未完成过去时):“我曾试图阻止”您顺从年轻气盛。

  4. 7.18.3τοῦ θεοῦ παραδιδόντος

    属格独立结构。现在分词 παραδιδόντος(提供、交付)在此处省略了如“机会”或“时机”之类的宾语,意思是“当神提供(机会)时”。

  5. 7.18.4ἐπισπεύδων φανερὸς ἦν

    形容词 φανερός 搭配系动词和分词的结构,意为“他显然在促成(远征)”。这是希腊语中表示“明显在做某事”的标准惯用表达。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.18.1-7.18.4