- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.161.1-7.161.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
针对格隆的提议,雅典使者抢在斯巴达使者之前予以反驳。雅典使者强调,除非拉刻代蒙人自己想要,否则海军指挥权归雅典所有,绝不让给其他任何人,并自豪地陈述了雅典的古老渊源和强大海军。
Γέλων μὲν δὴ ταῦτα προετείνετο, φθάσας δὲ ὁ Ἀθηναίων ἄγγελος τὸν Λακεδαιμονίων1 ἀμείβετό μιν τοῖσιδε. ὦ βασιλεῦ Συρηκοσίων, οὐκ ἡγεμόνος δεομένη ἡ Ἑλλὰς ἀπέπεμψε ἡμέας πρὸς σέ, ἀλλὰ στρατιῆς. σὺ δὲ ὅκως μὲν στρατιὴν πέμψεις μὴ ἡγεύμενος τῆς Ἑλλάδος οὐ προφαίνεις, ὡς δὲ στρατηγήσεις αὐτῆς γλίχεαι.
格隆提出了这些条件,而雅典人的使者抢在拉刻代蒙人之前,对他作出了如下回答: “叙拉古的国王啊,希腊派我们到你这里来,并非因为需要一位领袖,而是因为需要一支军队。然而,你不仅没有表明在不指挥希腊的情况下如何派遣军队,反而极力渴望获得对她的指挥权。
ὅσον μέν νυν παντὸς τοῦ Ἑλλήνων στρατοῦ ἐδέεο ἡγέεσθαι, ἐξήρκεε ἡμῖν τοῖσι Ἀθηναίοισι ἡσυχίην ἄγειν, ἐπισταμένοισι2 ὡς ὁ Λάκων ἱκανός τοι ἔμελλε ἔσεσθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεύμενος· ἐπείτε δὲ ἁπάσης ἀπελαυνόμενος δέεαι τῆς ναυτικῆς ἄρχειν, οὕτω ἔχει τοι· οὐδʼ ἢν ὁ Λάκων ἐπιῇ τοι ἄρχειν αὐτῆς, ἡμεῖς ἐπήσομεν· ἡμετέρη γὰρ ἐστὶ αὕτη γε, μὴ αὐτῶν βουλομένων Λακεδαιμονίων.3 τούτοισι μὲν ὦν ἡγέεσθαι βουλομένοισι οὐκ ἀντιτείνομεν, ἄλλῳ δὲ παρήσομεν οὐδενὶ ναυαρχέειν.
此前,只要你要求指挥整个希腊军队,我们雅典人保持沉默也就足够了,因为我们知道拉刻代蒙人足以代表我们双方对你作出答复。但既然你被排斥在全体指挥权之外,转而要求指挥海军,那么对你而言情况就是这样:即使拉刻代蒙人允许你指挥它,我们也不会允许。因为这部分指挥权是属于我们的,除非拉刻代蒙人自己想要它。因此,如果他们想要指挥,我们并不反对;但我们决不会把海军指挥权让给其他任何人。
μάτην γὰρ ἂν ὧδε πάραλον Ἑλλήνων στρατὸν πλεῖστον εἴημεν ἐκτημένοι, εἰ Συρηκοσίοισι ἐόντες Ἀθηναῖοι συγχωρήσομεν τῆς ἡγεμονίης, ἀρχαιότατον μὲν ἔθνος παρεχόμενοι, μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων· τῶν4 καὶ Ὅμηρος ὁ ἐποποιὸς ἄνδρα ἄριστον ἔφησε ἐς Ἴλιον ἀπικέσθαι τάξαι τε καὶ διακοσμῆσαι στρατόν. οὕτω οὐκ ὄνειδος οὐδὲν ἡμῖν ἐστι λέγειν ταῦτα.
因为如果我们身为雅典人,却将指挥权让给叙拉古人,那么我们在此拥有希腊人中最庞大的海军力量就成了徒劳。因为我们展现了最古老的民族,并且是希腊人中唯一没有迁徙过的土著。在这些人中,叙事诗人荷马也曾说过,前往伊利翁的男子中,有一位在整顿和部署军队方面是最优秀的。因此,我们说出这些话来,绝不是什么可耻的事。”
- 7.161.1φθάσας δὲ ὁ Ἀθηναίων ἄγγελος τὸν Λακεδαιμονίων
动词 φθάνω(抢先、先于)的分词 φθάσας 以后格 τὸν Λακεδαιμονίων(省略了 ἄγγελον)为宾语,意为“抢在拉刻代蒙人使者之前”。这表明雅典使者在斯巴达使者发言之前抢先表态。
- 7.161.2ἐπισταμένοισι
与格现在分词复数,与非人称表达 ἐξήρκεε ἡμῖν τοῖσι Ἀθηναίοισι 中的与格“对我们雅典人而言”相一致。分词表示原因(“因为我们深知”)。
- 7.161.2μὴ αὐτῶν βουλομένων Λακεδαιμονίων
属格绝对结构。由于使用了否定词 μή 而非 οὐ,因此表示条件(“除非拉刻代蒙人自己想要”)。
- 7.161.3τῶν
关系代名词的复数属格。指代前文的 Ἀθηναῖοι(雅典人),作为部分属格,意为“在他们(雅典人)之中”。
