- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.10A.1-7.10A.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
阿尔塔巴诺斯阐明了对比不同意见的重要性,并以自己过去劝阻大流士征讨斯基泰人失败的教训为例,警告薛西斯远征希腊将面临巨大危险。
ὦ βασιλεῦ, μὴ λεχθεισέων μὲν γνωμέων1 ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι2 τὴν ἀμείνω αἱρεόμενον3 ἑλέσθαι, ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι, λεχθεισέων δὲ ἔστι, ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπʼ ἑωυτοῦ οὐ διαγινώσκομεν, ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ, διαγινώσκομεν τὸν ἀμείνω.
大王啊,如果不发表相互对立的意见,就不可能在选择中采纳那更好的意见,而只能使用已经提出的那一种;但如果发表了,便是可以的。这正像纯金本身,我们单独看它时无法辨别其好坏,但当我们把它与别的金子摩擦时,就能辨别出更好的那一种。
ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ, ἀδελφεῷ δὲ ἐμῷ Δαρείῳ ἠγόρευον μὴ στρατεύεσθαι ἐπὶ Σκύθας, ἄνδρας οὐδαμόθι γῆς ἄστυ νέμοντας. ὁ δὲ ἐλπίζων Σκύθας τοὺς νομάδας καταστρέψεσθαι ἐμοί τε οὐκ ἐπείθετο, στρατευσάμενός τε πολλοὺς καὶ ἀγαθοὺς τῆς στρατιῆς ἀποβαλὼν ἀπῆλθε.
我也曾劝告您的父亲、我的兄弟大流士,不要去征讨斯基泰人,因为他们是在这片土地上任何地方都不建城居住的人。然而他期望征服那些游牧的斯基泰人,没有听从我的话,发动了远征,并在损失了军队中许多优秀的战士后退兵。
σὺ δὲ ὦ βασιλεῦ μέλλεις ἐπʼ ἄνδρας στρατεύεσθαι πολλὸν ἀμείνονας ἢ Σκύθας, οἳ κατὰ θάλασσάν τε ἄριστοι καὶ κατὰ γῆν λέγονται εἶναι. τὸ δὲ αὐτοῖσι ἔνεστι δεινόν,4 ἐμὲ σοὶ δίκαιον ἐστὶ φράζειν.5
但您,大王,却准备去征讨比斯基泰人优秀得多的人,据说他们在海上和陆上都是最出色的。我有义务向您说明,在他们身上蕴藏着怎样的可怕危险。
- 7.10A.1μὴ λεχθεισέων μὲν γνωμέων
这是一个带有否定词 μὴ 的属格独立分词结构,表示条件(“如果意见不被发表”)。女性复数属格词尾 -έων(以及 γνωμέων 和 ἀντιέων 中的 -έων)是爱奥尼亚方言的特征,对应雅典方言的 -ῶν(即 λεχθεισῶν, γνωμῶν, ἀντιῶν)。
- 7.10A.1οὐκ ἔστι
此处的 ἔστι 作为无人称动词,相当于 ἔξεστι(“是可能的”),支配后面的不定式 ἑλέσθαι。
- 7.10A.1αἱρεόμενον
与不定式 ἑλέσθαι 的隐含主语相一致的阳性单数宾格现在分词。在无人称动词(οὐκ ἔστι)支配的不定式结构中,使用宾格(αἱρεόμενον)充当不定式的主语来泛指进行选择的主体。
- 7.10A.3τὸ δὲ αὐτοῖσι ἔνεστι δεινόν
包含动词 ἔνεστι 的关系从句性质的结构,通过冠词 τὸ 实现名词化,作为主句不定式 φράζειν 的直接宾语。意为“在他们身上所蕴藏的可怕危险”。
- 7.10A.3ἐμὲ σοὶ δίκαιον ἐστὶ φράζειν
由无人称短语 δίκαιόν ἐστι(“……是正当的/应该的”)所引导的“对格加不定式”结构。其中 ἐμέ 是不定式 φράζειν 的主语,与格 σοί 修饰 φράζειν(“向您说明”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
