← 希罗多德

历史

§7.109.1-7.109.2

经色雷斯沿岸希腊诸城进军至匹斯提罗斯

薛西斯渡过干涸的利索斯河,经过了马罗尼亚等希腊城市、湖泊以及内斯托斯河,最终到达匹斯提罗斯,那里的一个咸水湖仅靠驮畜饮水就被喝干了。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.109.1

διαβὰς δὲ τοῦ Λίσου ποταμοῦ τὸ ῥέεθρον ἀπεξηρασμένον πόλιας Ἑλληνίδας τάσδε παραμείβετο, Μαρώνειαν Δίκαιαν Ἄβδηρα. ταύτας τε δὴ παρεξήιε καὶ κατὰ ταύτας λίμνας ὀνομαστὰς τάσδε, Μαρωνείης μὲν μεταξὺ καὶ Στρύμης κειμένην Ἰσμαρίδα, κατὰ δὲ Δίκαιαν Βιστονίδα, ἐς τὴν ποταμοὶ δύο ἐσιεῖσι τὸ ὕδωρ, Τραῦός τε καὶ Κόμψαντος. κατὰ δὲ Ἄβδηρα λίμνην μὲν οὐδεμίαν ἐοῦσαν ὀνομαστὴν παραμείψατο Ξέρξης, ποταμὸν δὲ Νέστον ῥέοντα ἐς θάλασσαν.

在渡过了利索斯河那已干涸的河床之后,薛西斯经过了以下几个希腊人城市:马罗尼亚、迪凯亚和阿布德拉。他确实走过了这些城市,并且在它们旁边经过了以下几座著名的湖泊:位于马罗尼亚和斯特里梅之间的伊斯马里斯湖,以及在迪凯亚旁边的毕斯托尼斯湖,有两条河——特劳奥斯河和昆普桑托斯河——向后者注入水源。在阿布德拉旁边,薛西斯没有经过任何著名的湖泊,但他经过了流入大海的内斯托斯河。

§7.109.2

μετὰ δὲ ταύτας τὰς χώρας ἰὼν τὰς ἠπειρώτιδας πόλις παρήιε, τῶν ἐν μιῇ λίμνη ἐοῦσα τυγχάνει1 ὡσεὶ τριήκοντα σταδίων μάλιστά κῃ τὴν περίοδον,2 ἰχθυώδης τε καὶ κάρτα ἁλμυρή· ταύτην τὰ ὑποζύγια μοῦνα ἀρδόμενα3 ἀνεξήρηνε. τῇ δὲ πόλι ταύτῃ οὔνομα ἐστὶ Πίστυρος.

走过这些大陆地区之后,他继续前行,经过了一些城市,在其中一座城市里,恰好有一座周长约三十斯塔迪亚、鱼类丰富且非常咸的湖泊;仅凭那些驮畜饮水,就将这座湖泊喝干了。这座城市的名字叫匹斯提罗斯。

语法注3 条
  1. 7.109.2ἐοῦσα τυγχάνει

    动词 τυγχάνω 与现在分词 ἐοῦσα 结合的结构,表示“恰好是”、“实际存在”。在此处意为“恰好有一座湖泊存在”。

  2. 7.109.2τὴν περίοδον

    关系宾格(或限定宾格),与表示度量的属格 τριήκοντα σταδίων 连用,表示“在周长方面约为三十斯塔迪亚”。

  3. 7.109.2ἀρδόμενα

    动词 ἄρδω(给水、灌溉)的现在被动分词,修饰主语 τὰ ὑποζύγια(驮畜)。意为“被给水”或“得到水源供给”,在上下文中可主动地理解为“通过饮水”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.109.1-7.109.2