← 希罗多德

历史

§6.92.1-6.92.3

阿尔戈斯官方拒援与志愿兵参战

埃吉纳人在与雅典的海战中失败,向阿尔戈斯求援,但因过去协助斯巴达入侵而遭到官方拒绝。尽管如此,仍有一千名由欧里巴特斯率领的阿尔戈斯志愿兵加入,并在埃吉纳展开激战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.92.1

ταῦτα μέν νυν σφέας αὐτοὺς οἱ Αἰγινῆται ἐργάσαντο, Ἀθηναίοισι δὲ ἥκουσι ἐναυμάχησαν νηυσὶ ἑβδομήκοντα, ἑσσωθέντες δὲ τῇ ναυμαχίῃ ἐπεκαλέοντο τοὺς αὐτοὺς καὶ πρότερον, Ἀργείους. καὶ δή σφι οὗτοι μὲν οὐκέτι βοηθέουσι, μεμφόμενοι ὅτι Αἰγιναῖαι νέες ἀνάγκῃ λαμφθεῖσαι ὑπὸ Κλεομένεος ἔσχον τε ἐς τὴν Ἀργολίδα χώρην1 καὶ συναπέβησαν Λακεδαιμονίοισι, συναπέβησαν δὲ καὶ ἀπὸ Σικυωνιέων νεῶν ἄνδρες τῇ αὐτῇ ταύτῃ ἐσβολῇ·

这些事便是埃吉纳人对自己人所做的。当雅典人到来时,他们以七十艘战船与其交战,但在海战中战败,于是便向先前求助过的相同的人——阿尔戈斯人呼吁援助。然而,阿尔戈斯人不再向他们提供援助,因为他们抱怨说,埃吉纳的船只曾被克莱奥梅内斯强行征用,在阿尔戈利斯地区靠岸,并与拉刻代蒙人一同登陆;而且在同一次入侵中,西锡安船只上的人也一同登陆了。

§6.92.2

καί σφι ὑπʼ Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτῖσαι,2 πεντακόσια ἑκατέρους. Σικυώνιοι μέν νυν συγγνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτίσαντες ἀζήμιοι εἶναι,3 Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε αὐθαδέστεροι. διὰ δὴ ὦν σφι ταῦτα δεομένοισι ἀπὸ μὲν τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε, ἐθελονταὶ δὲ ἐς χιλίους· ἦγε δὲ αὐτοὺς στρατηγὸς ἀνὴρ ᾧ οὔνομα Εὐρυβάτης, ἀνὴρ πεντάεθλον ἐπασκήσας.

阿尔戈斯人对他们处以一千塔兰特的罚款,双方各付五百。西锡安人承认了错误,并同意通过支付一百塔兰特来免受进一步处罚;但埃吉纳人既不承认错误,态度也更为强硬。因此,当他们请求援助时,阿尔戈斯人中没有一个人再以官方名义协助他们,但有大约一千名志愿兵加入了。率领他们的是一位名叫欧里巴特斯的将军,他曾是一位练习过五项全能的男子。

§6.92.3

τούτων οἱ πλεῦνες οὐκ ἀπενόστησαν ὀπίσω, ἀλλʼ ἐτελεύτησαν ὑπʼ Ἀθηναίων ἐν Αἰγίνῃ· αὐτὸς δὲ ὁ στρατηγὸς Εὐρυβάτης μουνομαχίην ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει, ὑπὸ δὲ τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνήσκει.

这些人中的大多数未能返回,而是被雅典人在埃吉纳杀死。将军欧里巴特斯本人擅长单挑,他以这种方式连续击杀了三人,但被第四个人——德凯莱亚的索法涅斯所杀。

语法注3 条
  1. 6.92.1ἔσχον τε ἐς τὴν Ἀργολίδα χώρην

    动词 ἔχω 的不及物(或以船只为隐含宾语的)用法,意为“(船只)靠岸、进港”。此处意为“在阿尔戈利斯地区靠岸”。

  2. 6.92.2ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτῖσαι

    不定式 ἐκτῖσαι(支付)在此起同位语作用,用来具体说明名词 ζημίη(罚款)的内容,或表示结果。意为“被处以支付一千塔兰特的罚款”。

  3. 6.92.2ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτίσαντες ἀζήμιοι εἶναι

    不定式 εἶναι 充当动词 ὡμολόγησαν(同意、达成协议)的补足语,而分词 ἐκτίσαντες(通过支付)则表示手段或条件。意为“他们同意通过支付一百塔兰特来免除进一步的处罚”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.92.1-6.92.3