- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.82.1-6.82.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
克勒欧美奈斯回国后因未攻占阿耳戈斯而遭到指控,但他辩解称,赫拉神庙的祭祀及神像上闪现的火光向他示明了神的旨意,他因此最终无罪释放。
νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους, φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος, παρεὸν1 εὐπετέως μιν ἑλεῖν. ὁ δέ σφι ἔλεξε, οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων, ἔχω σαφηνέως εἶπαι, ἔλεξε δʼ ὦν φάμενος, ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλον, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν· πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος, πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ ὁ θεὸς παραδιδοῖ εἴτε ἐμποδὼν ἕστηκε·
克勒欧美奈斯回国后,他的政敌们将他带到监察官面前受审,声称他收受了贿赂,在本来可以轻易攻占阿耳戈斯的情况下却没有攻占。关于他对他们所说的话,他是在撒谎还是在说真话,我无法确定地表明,但他总之是这样声称和诉说的:当他攻占了阿耳戈斯的圣域时,他认为神对他的神谕已经实现。因此,在通过祭品进行占卜并得知神是将该城交给他还是在阻碍他之前,他认为不应当对该城发起进攻。
καλλιερευμένῳ2 δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι, μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει τὸ Ἄργος· εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε, αἱρέειν ἂν3 κατʼ ἄκρης τὴν πόλιν, ἐκ τῶν στηθέων δὲ λάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο γενέσθαι. ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν, καὶ διέφυγε πολλὸν τοὺς διώκοντας.
然而,当他在赫拉神庙献祭以求吉兆时,一道火光从神像的胸部闪耀出来,因此他自己得知了确凿的事实,即他不会攻占阿耳戈斯。因为如果火光是从神像的头部闪耀出来,他本来可以彻底攻陷这座城市;但既然是从胸部闪耀出来,那么神所希望发生的一切就已经由他完成了。他这样说,在斯巴达人看来是可信且合乎情理的,于是他以绝对优势免受起诉人的惩罚。
- 6.82.1παρεὸν
无人称动词 πάρεστι(可能、允许)的现在分词中性单数宾格。此为所谓的“宾格绝对结构(accusative absolute)”,构成表示让步的副词性短语,意为“尽管原本是可以……的”。
- 6.82.2καλλιερευμένῳ
现在中动分词 καλλιερέομαι(为求吉兆而献祭)的阳性单数与格。该与格在此处起到类似时间副词短语的作用,或作为关系与格,指出后文不定式句 ἐκλάμψαι(闪耀)动作发生时与之相关的主体(即正在献祭的克勒欧美奈斯)。
- 6.82.2αἱρέειν ἂν
间接引语中带有 ἄν 的不定式。它替代了直陈式过去时加上 ἄν 的结构(在直接引语中为 ᾕρει ἄν),与条件从句 εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε 呼应,表示与过去事实相反的虚拟语气,意为“(如果……的话)本会攻占”。
