← 希罗多德

历史

§6.65.1-6.65.4

克莱奥梅尼与雷乌提希德斯结盟并质疑王位

克莱奥梅尼与对德马拉托斯怀有私怨的雷乌提希德斯结盟。雷乌提希德斯曾被德马拉托斯抢走未婚妻,他通过重提阿里斯顿当年否认其父子关系的话,公开质疑德马拉托斯王位的合法性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.65.1

ὁρμηθεὶς ὦν ἀποτίνυσθαι ὁ Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος τοῦ Ἄγιος, ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ, ἐπʼ ᾧ τε,1 ἢν αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου, ἕψεταί οἱ ἐπʼ Αἰγινήτας.

于是,决心复仇的克莱奥梅尼与哈吉斯之子梅纳雷斯之子雷乌提希德斯达成协议——雷乌提希德斯与德马拉托斯同属一个家族——其条件是,如果克莱奥梅尼立他为王以取代德马拉托斯,他就将追随克莱奥梅尼去讨伐埃吉纳人。

§6.65.2

ὁ δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε· ἁρμοσαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα, ὁ Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδεα τοῦ γάμου, φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας2 καὶ σχὼν γυναῖκα.

而雷乌提希德斯之所以对德马拉托斯怀有极深的仇恨,是由于以下缘故:当雷乌提希德斯与德马尔梅诺斯之子希隆的女儿佩尔卡洛斯订婚时,德马拉托斯设计剥夺了雷乌提希德斯的婚姻,自己抢先劫走了佩尔卡洛斯并娶她为妻。

§6.65.3

κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἡ ἔχθρη ἡ ἐς τὸν Δημάρητον ἐγεγόνεε, τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης ὁ Λευτυχίδης κατόμνυται Δημαρήτῳ, φὰς αὐτὸν οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων οὐκ ἐόντα παῖδα Ἀρίστωνος· μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε, ἀνασώζων ἐκεῖνο τὸ ἔπος τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε ὁ οἰκέτης παῖδα γεγονέναι, ὁ δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε φὰς οὐκ ἑωυτοῦ μιν εἶναι.

固然,雷乌提希德斯因这件事对德马拉托斯心怀怨恨,而此时由于克莱奥梅尼的竭力促成,雷乌提希德斯对德马拉托斯宣誓指控,声称他并非阿里斯顿之子,因此不是合法地统治斯巴达人;在进行宣誓起诉之后,他提起诉讼,重提阿里斯顿当年在仆人向其报告生下儿子时所说的那句话——当时阿里斯顿计算了月份,宣誓否认那孩子是自己的。

§6.65.4

τούτου δὴ ἐπιβατεύων3 τοῦ ῥήματος ὁ Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης, τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες4 ταῦτα Ἀρίστωνος.

雷乌提希德斯正是以此话为依据,表明德马拉托斯既非阿里斯顿所生,也非合法地统治斯巴达,并传唤了那些当时恰好在座并听到了阿里斯顿这些话的监察官作为证人。

语法注4 条
  1. 6.65.1ἐπʼ ᾧ τε

    引入协议条款的连词短语,意为“在……的条件下”。通常后接不定式,但此处后接直说语气将来时(ἕψεται),强调了条件满足时结果的确定性。

  2. 6.65.2φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας

    动词 φθάνω(抢先、先于)与分词(此处为 ἁρπάσας 和 σχών)连用的惯用句式,意为“先于他人做某事”。在语境中,指德马拉托斯“抢先”在雷乌提希德斯之前劫走了佩尔卡洛斯。

  3. 6.65.4ἐπιβατεύων

    本意为“登上(船只等)”或“践踏”。此处与属格 τοῦ ῥήματος 连用,作比喻性表达,意为“以(某话语或主张)为立足点、依据”。

  4. 6.65.4ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες

    τυγχάνω(恰好是)后接现在分词 ἐόντες(处于在座的状态)和不定过去时分词 ἀκούσαντες(听到了的过去事实)作为补足语的句式,表现出“当时恰好在座并听到了”这一复合情境。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.65.1-6.65.4