← 希罗多德

历史

§6.63.1-6.63.3

德马拉托斯的诞生与阿里斯顿的怀疑

阿里斯顿的第三任妻子在不足十个月的时间内生下德马拉托斯,阿里斯顿冲动地声称孩子不可能是自己的,但后来对此感到后悔。同时文中也解释了德马拉托斯名字的由来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.63.1

οὕτω μὲν δὴ τὴν τρίτην ἐσηγάγετο γυναῖκα ὁ Ἀρίστων, τὴν δευτέρην ἀποπεμψάμενος. ἐν δέ οἱ χρόνῳ ἐλάσσονι καὶ οὐ πληρώσασα τοὺς δέκα μῆνας ἡ γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν Δημάρητον.

就这样,阿里斯顿送走了他的第二任妻子,迎娶了第三任妻子。而在较短的时间内,还没满十个月,这个女人就生下了这个德马拉托斯。

§6.63.2

καί τίς οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥς οἱ παῖς γέγονε. ὁ δὲ ἐπιστάμενός τε τὸν χρόνον τῷ1 ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ δακτύλων συμβαλλόμενος τοὺς μῆνας, εἶπε ἀπομόσας οὐκ ἂν ἐμὸς εἴη.2 τοῦτο ἤκουσαν μὲν οἱ ἔφοροι, πρῆγμα μέντοι οὐδὲν ἐποιήσαντο τὸ παραυτίκα. ὁ δὲ παῖς ηὔξετο, καὶ τῷ Ἀρίστωνι τὸ εἰρημένον μετέμελε·3 παῖδα γὰρ τὸν Δημάρητον ἐς τὰ μάλιστά οἱ ἐνόμισε εἶναι.

当他与监察官们坐在一起时,他的一个仆人向他报告说,他得了一个男孩。而他知道自己娶妻的时间,并用手指计算着月份,便发誓说道:“这不可能是我的孩子。”监察官们听到了这话,但在当时并没有把它当回事。然而,孩子渐渐长大,阿里斯顿便后悔了自己所说的话;因为他极其确信德马拉托斯就是自己的儿子。

§6.63.3

Δημάρητον δὲ αὐτῷ οὔνομα ἔθετο διὰ τόδε· πρότερον τούτων πανδημεὶ Σπαρτιῆται Ἀρίστωνι, ὡς ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βασιλέων τῶν ἐν Σπάρτῃ γενομένων, ἀρὴν ἐποιήσαντο4 παῖδα γενέσθαι.

他之所以给他起名叫德马拉托斯,是因为:在此之前,全体斯巴达人曾为阿里斯顿——作为斯巴达历代所有国王中最负盛名的人——举行了祈祷,希望他能有一个孩子。

语法注4 条
  1. 6.63.2τῷ

    关系代名词。这是爱奥尼亚方言中冠词作关系代名词的用法,相当于雅典方言的 ᾧ。在此作表示时间的与格,修饰先行词 τὸν χρόνον(时期),构成“在……的时候”这一关系从句。

  2. 6.63.2οὐκ ἂν ἐμὸς εἴη

    带有 ἄν 的潜在祈愿语气(potential optative)。它表达了阿里斯顿在当时基于逻辑推导出的强烈推测,带有极大的否定可能性:“他绝不可能是我的。”

  3. 6.63.2τῷ Ἀρίστωνι τὸ εἰρημένον μετέμελε

    动词 μεταμέλει(使后悔)的过去时,采取了主格表示后悔对象、与格表示后悔主体的结构。与格的 τῷ Ἀρίστωνι 是后悔的人,主格的 τὸ εἰρημένον(所说的话)是后悔的事。字面意思是“所说的话让阿里斯顿感到后悔”,即“阿里斯顿后悔了自己所说的话”。

  4. 6.63.3ἀρὴν ἐποιήσαντο

    意为“举行祈祷”或“许愿”。由名词 ἀρή(在此意为“祈祷”)和动词 ποιέομαι(做)结合而成。紧随其后的“对格+不定式”短语 παῖδα γενέσθαι(孩子出生)说明了祈祷的具体内容。这种民众的祈祷(δῆμος + ἀρή)正是后面解释德马拉托斯(Δημάρητος)名字来源的伏笔。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.63.1-6.63.3