- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.61.1-6.61.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
由于德玛拉托斯中伤克里奥墨涅斯,后者策划废黜其王位,由此引出了阿里斯顿国王的第三任妻子如何从极度丑陋奇迹般地变为绝世美人的故事。
ταῦτα μὲν δὴ οὕτω γίνεται. τότε δὲ τὸν Κλεομένεα ἐόντα ἐν τῇ Αἰγίνῃ καὶ κοινὰ τῇ Ἑλλάδι ἀγαθὰ προεργαζόμενον ὁ Δημάρητος διέβαλε, οὐκ Αἰγινητέων οὕτω κηδόμενος ὡς φθόνῳ καὶ ἄγῃ χρεώμενος.1 Κλεομένης δὲ νοστήσας ἀπʼ Αἰγίνης ἐβούλευε τὸν Δημάρητον παῦσαι τῆς βασιληίης, διὰ πρῆγμα τοιόνδε ἐπίβασιν ἐς αὐτὸν ποιεύμενος. Ἀρίστωνι βασιλεύοντι ἐν Σπάρτῃ καὶ γήμαντι γυναῖκας δύο παῖδες οὐκ ἐγίνοντο.
这些事确实是这样发生的。但当时,克里奥墨涅斯在埃吉纳并为了希腊的共同利益而提前工作时,德玛拉托斯中伤了他,这倒不是因为他多么关心埃吉纳人,而是出于嫉妒和恶意。克里奥墨涅斯从埃吉纳返回后,便谋划罢免德玛拉托斯的王位,并以下述事件为突破口对他发动攻击。在斯巴达当国王并娶了两个妻子的阿里斯顿,没有生下孩子。
καὶ οὐ γὰρ συνεγινώσκετο αὐτὸς τούτων εἶναι αἴτιος,2 γαμέει τρίτην γυναῖκα· ὧδε δὲ γαμέει. ἦν οἱ φίλος τῶν Σπαρτιητέων ἀνήρ, τῷ προσέκειτο τῶν ἀστῶν μάλιστα ὁ Ἀρίστων. τούτῳ τῷ ἀνδρὶ ἐτύγχανε ἐοῦσα γυνὴ καλλίστη μακρῷ τῶν ἐν Σπάρτῃ γυναικῶν, καὶ ταῦτα μέντοι καλλίστη ἐξ αἰσχίστης γενομένη.3
因为他不承认自己是这(没有孩子)的原因,所以他娶了第三个妻子;他是这样娶她的。他在斯巴达人中有一个朋友,阿里斯顿在所有市民中与此人关系最为亲密。这个男人碰巧有一个妻子,她是斯巴达女性中遥遥领先的最美者,而且她还是从最丑陋的样貌变成最美丽的样貌的。
ἐοῦσαν γάρ μιν τὸ εἶδος φλαύρην ἡ τροφὸς αὐτῆς, οἷα ἀνθρώπων τε ὀλβίων θυγατέρα καὶ δυσειδέα ἐοῦσαν, πρὸς δὲ καὶ ὁρῶσα τοὺς γονέας συμφορὴν τὸ εἶδος αὐτῆς ποιευμένους, ταῦτα ἕκαστα μαθοῦσα ἐπιφράζεται τοιάδε· ἐφόρεε αὐτὴν ἀνὰ πᾶσαν ἡμέρην ἐς τὸ τῆς Ἑλένης ἱρόν. τὸ δʼ ἐστὶ ἐν τῇ Θεράπνῃ καλεομένῃ ὕπερθε τοῦ Φοιβηίου ἱροῦ. ὅκως δὲ ἐνείκειε ἡ τροφός, πρός τε τὤγαλμα ἵστα καὶ ἐλίσσετο τὴν θεὸν ἀπαλλάξαι τῆς δυσμορφίης τὸ παιδίον.
因为她的样貌丑陋,她的乳母看到她是富贵人家的女儿却如此丑陋,而且看到她的父母把她的样貌当成一件不幸的事,在考虑了这些情况后,便想出了如下的办法:她每天都抱着她去海伦的神庙。这座神庙位于被称为塞拉普内的地方,在斐拜翁神庙的上方。每当乳母抱着她去那里时,就会把她放在神像前,恳求女神消除这个孩子的丑陋。
καὶ δή κοτε ἀπιούσῃ ἐκ τοῦ ἱροῦ τῇ τροφῷ γυναῖκα λέγεται ἐπιφανῆναι, ἐπιφανεῖσαν δὲ ἐπειρέσθαι μιν ὅ τι φέρει ἐν τῇ ἀγκάλῃ, καὶ τὴν φράσαι ὡς παιδίον φορέει, τὴν δὲ κελεῦσαί οἱ δέξαι, τὴν δὲ οὐ φάναι·4 ἀπειρῆσθαι γάρ οἱ ἐκ τῶν γειναμένων μηδενὶ ἐπιδεικνύναι· τὴν δὲ πάντως ἑωυτῇ κελεύειν ἐπιδέξαι.
据说有一次,在乳母正要离开神庙时,一个女人向她显现,显现后问她怀里抱着什么;乳母回答说抱着一个孩子。那女人便命令她把孩子展示给自己看,但乳母拒绝了,说父母禁止她向任何人展示;但那女人命令她无论如何都要展示给自己看。
ὁρῶσαν δὲ τὴν γυναῖκα περὶ πολλοῦ ποιευμένην ἰδέσθαι, οὕτω δὴ τὴν τροφὸν δέξαι τὸ παιδίον· τὴν δὲ καταψῶσαν τοῦ παιδίου τὴν κεφαλὴν εἶπαι ὡς καλλιστεύσει πασέων τῶν ἐν Σπάρτῃ γυναικῶν. ἀπὸ μὲν δὴ ταύτης τῆς ἡμέρης μεταπεσεῖν τὸ εἶδος. γαμέει δὲ δή μιν ἐς γάμου ὥρην ἀπικομένην Ἄγητος ὁ Ἀλκείδεω, οὗτος δὴ ὁ τοῦ Ἀρίστωνος φίλος.
乳母看到那个女人非常渴望看到孩子,于是便把孩子展示给她看。那女人抚摸着孩子的头,说她将成为斯巴达所有女性中最美的一个。确实从那天起,她的容貌就改变了。当她到了结婚的年龄时,阿尔凯德斯之子阿格托斯,也就是阿里斯顿的那位朋友,娶了她为妻。
- 6.61.1οὐκ Αἰγινητέων οὕτω κηδόμενος ὡς φθόνῳ καὶ ἄγῃ χρεώμενος
两个表示原因的分词短语通过 οὐχ οὕτω... ὡς(倒不是因为……而是因为……)形成对比。分词 κηδόμενος 支配属格(Αἰγινητέων),而分词 χρεώμενος 则支配与格(φθόνῳ καὶ ἄγῃ)。
- 6.61.2οὐ γὰρ συνεγινώσκετο αὐτὸς τούτων εἶναι αἴτιος
动词 συγγινώσκω 的被动(或中动)语态后接不定式的结构,主格主语 αὐτός 与不定式的表语 αἴτιος 一致,表示“他不承认自己是这些事(没有孩子,属格 τούτων)的原因”。
- 6.61.2καὶ ταῦτα μέντοι καλλίστη ἐξ αἰσχίστης γενομένη
短语 καὶ ταῦτα 是一个习惯用法,用于向先前的陈述添加一个显著的事实(“而且”、“尤其是”)。ἐξ αἰσχίστης 中的介词 ἐκ 表示状态变化的起点(“从最丑陋的状态”)。
- 6.61.4καὶ τὴν φράσαι... τὴν δὲ κελεῦσαι... τὴν δὲ οὐ φάναι
间接引语中(由 λέγεται 引导)的“对格加不定式”结构。对格冠词 τὴν 用作指示代词(“她”),作为不定式(φράσαι, κελεῦσαι, οὐ φάναι)的主语。每当乳母与显现的女人之间转换说话者时,就会交替使用 τὴν 和 τὴν δέ。
