← 希罗多德

历史

§6.46.1-6.46.3

大流士令萨索斯人拆墙交船与该岛的财富

大流士命令被怀疑叛乱的萨索斯人拆除城墙并调回船只。萨索斯人因过去的包围战而加强了防备,并因矿山和大陆领地而拥有巨额财富。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.46.1

δευτέρῳ δὲ ἔτεϊ τούτων1 ὁ Δαρεῖος πρῶτα μὲν Θασίους διαβληθέντας ὑπὸ τῶν ἀστυγειτόνων ὡς ἀπόστασιν μηχανῴατο, πέμψας ἄγγελον ἐκέλευε σφέας τὸ τεῖχος περιαιρέειν καὶ τὰς νέας ἐς Ἄβδηρα κομίζειν.

在这些事件发生后的第二年,大流士首先因萨索斯人被邻国诬陷企图叛乱,便派去使者,命令他们拆除城墙,并将船只驶往阿布德拉。

§6.46.2

οἱ γὰρ δὴ Θάσιοι, οἷα ὑπὸ Ἱστιαίου τε τοῦ Μιλησίου πολιορκηθέντες καὶ προσόδων ἐουσέων μεγαλέων,2 ἐχρέωντο τοῖσι χρήμασι νέας τε ναυπηγεύμενοι μακρὰς καὶ τεῖχος ἰσχυρότερον περιβαλλόμενοι. ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς ἠπείρου καὶ ἀπὸ τῶν μετάλλων· ἐκ μέν γε τῶν ἐκ Σκαπτησύλης τῶν χρυσέων μετάλλων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα προσήιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων, συχνὰ δὲ οὓτω ὣστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν ἀτελέσι3 προσήιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον προσῆλθε, τριηκόσια.

因为萨索斯人由于曾遭到米利都的希斯提亚埃乌斯的包围,且拥有巨额收入,便利用这笔资金建造长船,并为自己修筑了更坚固的城墙。他们的收入来自大陆和矿山;大体而言,从斯卡普特·希莱的金矿中每年可得八十塔兰同,从萨索斯本岛的矿山所得虽少于此数,但也相当丰厚,以至于对于免交土地产物税的萨索斯人来说,每年从大陆和矿山总共可获得两百塔兰同的收入,在收入最多的时候则可达三百塔兰同。

语法注3 条
  1. 6.46.1δευτέρῳ δὲ ἔτεϊ τούτων

    “在这些事情的第二年”由于古希腊人采用包括起点在内的计算法(将起始年算作第一年),实际上意为“次年”。τούτων 是表示比较或时间基准的属格。

  2. 6.46.2οἷα ὑπὸ Ἱστιαίου τε τοῦ Μιλησίου πολιορκηθέντες καὶ προσόδων ἐουσέων μεγαλέων

    表示原因或理由的连接词 οἷα(因为)通过 καί 并列引导了两种不同的语法结构:一个是与句子主语一致的主格分词 πολιορκηθέντες,另一个是属格独立分词结构 προσόδων ἐουσέων。

  3. 6.46.3Θασίοισι ἐοῦσι καρπῶν ἀτελέσι

    ἐοῦσι 是现在分词的爱奥尼亚方言形式(相当于雅典方言的 οὖσι),与受动词 προσήιε 支配的与格名词 Θασίοισι 一致。形容词 ἀτελέσι(免除……的)支配表示离别的属格 καρπῶν(大地的产物、收获物),用以说明免税的对象。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.46.1-6.46.3