- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.34.1-6.34.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
腓尼基人征服了除卡尔迪亚以外的整个赫尔松尼苏斯。叙事开始解释曾占领此地的多隆客斯人因饱受战争压迫,如何根据德尔斐的神谕寻找一位殖民开拓者。
τῆς δὲ Χερσονήσου πλὴν Καρδίης πόλιος τὰς ἄλλας πάσας ἐχειρώσαντο οἱ Φοίνικες. ἐτυράννευε δὲ αὐτέων μέχρι τότε Μιλτιάδης ὁ Κίμωνος τοῦ Στησαγόρεω, κτησαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου1 τρόπῳ τοιῷδε. εἶχον Δόλογκοι Θρήικες τὴν Χερσόνησον ταύτην. οὗτοι ὦν οἱ Δόλογκοι πιεσθέντες πολέμῳ ὑπὸ Ἀψινθίων ἐς Δελφοὺς ἔπεμψαν τοὺς βασιλέας περὶ τοῦ πολέμου χρησομένους.
腓尼基人占领了赫尔松尼苏斯除卡尔迪亚城以外的所有其他城市。直到那时为止,统治这些城市的是米提亚德(西蒙之子,西蒙则是斯忒萨哥拉斯之子);而这一统治权此前是由米提亚德(库普塞洛斯之子)以下述方式获得的。当时,色雷斯人的多隆客斯部落占领着这一赫尔松尼苏斯。因此,这些多隆客斯人在受到阿普辛提亚人的战争压迫时,便派遣他们的国王们前往德尔斐,就该战争请求神谕。
ἡ δὲ Πυθίη σφι ἀνεῖλε οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην τοῦτον ὃς ἂν σφέας ἀπιόντας ἐκ τοῦ ἱροῦ πρῶτος ἐπὶ ξείνια καλέσῃ.2 ἰόντες δὲ οἱ Δόλογκοι τὴν ἱρὴν ὁδὸν διὰ Φωκέων τε καὶ Βοιωτῶν ἤισαν· καί σφεας ὡς οὐδεὶς ἐκάλεε, ἐκτρέπονται ἐπʼ Ἀθηνέων.
皮提娅向他们晓示,要他们把在他们离开神殿时最先邀请他们作客的人,作为殖民开拓者带到他们的土地去。于是多隆客斯人沿着圣道,穿过福基斯和波奥提亚前行;因为没有任何人邀请他们,他们便折向雅典。
- 6.34.1κτησαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου
独立属格(genitive absolute)句型。用于引入历史背景,说明在此前的时代,库普塞洛斯之子米提亚德是如何取得统治权的,以此与当时在位的西蒙之子米提亚德作对比。
- 6.34.2τοῦτον ὃς ἂν σφέας ἀπιόντας ἐκ τοῦ ἱροῦ πρῶτος ἐπὶ ξείνια καλέσῃ
先行词 τοῦτον 是不定式 ἐπάγεσθαι 的宾语。关系从句使用 ὃς ἂν 加上虚拟式 καλέσῃ,表示未来不确定的情况(“凡是……的那个人”)。现在分词 ἀπιόντας 修饰代词宾语 σφέας(他们),表示在他们离开神殿的路上所发生的事。
