- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.33.1-6.33.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
撤离伊奥尼亚的波斯腓尼基舰队攻占并焚毁了赫勒斯滂欧洲一侧的诸城市,记录了拜占庭人等避难至黑海以及基齐库斯因早已归顺而幸免的经过。
ἀπὸ δὲ Ἰωνίης ἀπαλλασσόμενος ὁ ναυτικὸς στρατὸς τὰ ἐπʼ ἀριστερὰ ἐσπλέοντι1 τοῦ Ἑλλησπόντου αἵρεε πάντα· τὰ γὰρ ἐπὶ δεξιὰ αὐτοῖσι τοῖσι Πέρσῃσι ὑποχείρια ἦν γεγονότα κατʼ ἤπειρον. εἰσὶ δὲ αἱ ἐν τῇ Εὐρώπῃ αἵδε τοῦ Ἑλλησπόντου, Χερσόνησός τε, ἐν τῇ πόλιες συχναὶ ἔνεισι, καὶ Πέρινθος καὶ τὰ τείχεα τὰ ἐπὶ Θρηίκης καὶ Σηλυμβρίη τε καὶ Βυζάντιον.
从伊奥尼亚撤离的舰队,将进入赫勒斯滂时左手方向的所有地方尽数攻占;因为右手方向的地方,早已由波斯人自己通过陆路降服。赫勒斯滂属于欧洲一侧的地方如下:拥有众多城市的赫尔松尼苏斯、佩林图斯、色雷斯边境的堡垒群、塞林布里亚以及拜占庭。
Βυζάντιοι μέν νυν καὶ οἱ πέρηθε Καλχηδόνιοι οὐδʼ ὑπέμειναν ἐπιπλέοντας τοὺς Φοίνικας, ἀλλʼ οἴχοντο ἀπολιπόντες2 τὴν σφετέρην ἔσω ἐς τὸν Εὔξεινον πόντον, καὶ ἐνθαῦτα πόλιν Μεσαμβρίην οἴκησαν. οἱ δὲ Φοίνικες κατακαύσαντες ταύτας τὰς χώρας τὰς καταλεχθείσας τρέπονται ἐπί τε Προκόννησον καὶ Ἀρτάκην, πυρὶ δὲ καὶ ταύτας νείμαντες ἔπλεον αὖτις ἐς τὴν Χερσόνησον ἐξαιρήσοντες τὰς ἐπιλοίπους τῶν πολίων, ὅσας πρότερον προσσχόντες οὐ κατέσυραν.
此时,拜占庭人和对岸的迦克墩人甚至没有等待腓尼基人的进犯,便抛弃了自己的家园,逃往黑海深处,并在那里建立并定居于梅桑布里亚城。而腓尼基人焚毁了上述这些地区后,便转向普罗科涅苏斯和阿尔塔克,将这些地方也付之一炬,接着再次航向赫尔松尼苏斯,去彻底摧毁之前靠岸时未曾洗劫的其余城市。
ἐπὶ δὲ Κύζικον οὐδὲ ἔπλωσαν ἀρχήν·3 αὐτοὶ γὰρ Κυζικηνοὶ ἔτι πρότερον τοῦ Φοινίκων ἐσπλόου ἐγεγόνεσαν ὑπὸ βασιλέϊ, Οἰβάρεϊ τῷ Μεγαβάζου ὁμολογήσαντες τῷ ἐν Δασκυλείῳ ὑπάρχῳ.
至于基齐库斯,他们根本连去都没有去航行;因为基齐库斯人自己早在腓尼基人侵入之前,就已经通过向达斯基里翁的太守、米加巴佐斯之子奥伊巴雷斯达成降服协议,从而归顺了国王。
- 6.33.1ἐσπλέοντι
现在分词 ἐσπλέων 的阳性单数与格。在此用作表示判断基准的“关涉与格”(或称“视角与格”),意为“对于驶入(赫勒斯滂)的人而言”,从航海者的地理视角来规定方向(左侧)。
- 6.33.2οἴχοντο ἀπολιπόντες
动词 οἴχομαι(离去)的未完成过去时,与 ἀπολείπω(抛弃)的无定过去时分词相结合的句式。οἴχομαι 补足分词的结构是一种惯用表达,用以强调动作已完成且主语已不在此地(即“抛弃……而逃之夭夭”),凸显其迅速撤离的状态。
- 6.33.3ἀρχήν
名词 ἀρχή(开始)单数宾格的副词性用法。与否定词(此处为 οὐδέ)连用时,构成表示“根本不”、“完全不”(at all)的典型惯用表达,用以加强否定语气。
