← 希罗多德

历史

§6.139.1-6.139.4

佩拉斯吉人的灾祸与对雅典的苛刻条件

佩拉斯吉人因屠杀而遭受饥荒和不孕的惩罚,根据神谕向雅典求和,但在雅典人提出要求时,他们提出了一个不可能实现的航行条件作为回应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.139.1

ἀποκτείνασι δὲ τοῖσι Πελασγοῖσι1 τοὺς σφετέρους παῖδάς τε καὶ γυναῖκας οὔτε γῆ καρπὸν ἔφερε οὔτε γυναῖκές τε καὶ ποῖμναι ὁμοίως ἔτικτον καὶ πρὸ τοῦ. πιεζόμενοι δὲ λιμῷ καὶ ἀπαιδίῃ ἐς Δελφοὺς ἔπεμπον λύσιν τινὰ αἰτησόμενοι τῶν παρεόντων κακῶν.

在佩拉斯吉人杀死了他们自己的孩子和妻子之后,土地既不为他们生产果实,妇女和牲畜也不像以前那样生育。他们受到饥荒和无子嗣的折磨,便派人前往德尔斐,请求对于眼前的灾难给予某种解脱。

§6.139.2

ἡ δὲ Πυθίη σφέας ἐκέλευε Ἀθηναίοισι δίκας διδόναι ταύτας τὰς ἂν αὐτοὶ Ἀθηναῖοι δικάσωσι.2 ἦλθόν τε δὴ ἐς τὰς Ἀθήνας οἱ Πελασγοὶ καὶ δίκας ἐπαγγέλλοντο βουλόμενοι διδόναι παντὸς τοῦ ἀδικήματος.

而皮提亚命令他们向雅典人支付雅典人自己所裁定的那种赔偿。于是佩拉斯吉人来到雅典,表示愿意为所有的不法行为支付赔偿。

§6.139.3

Ἀθηναῖοι δὲ ἐν τῷ πρυτανηίῳ κλίνην στρώσαντες ὡς εἶχον κάλλιστα καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν πάντων παραθέντες, ἐκέλευον τοὺς Πελασγοὺς τὴν χώρην σφίσι παραδιδόναι οὕτω ἔχουσαν.3

雅典人在市政厅里尽可能华美地铺设了卧榻,并摆上放满各种美馔的餐桌,然后命令佩拉斯吉人将他们的土地在如此状态下移交给他们。

§6.139.4

οἱ δὲ Πελασγοὶ ὑπολαβόντες εἶπαν ἐπεὰν βορέῃ ἀνέμῳ αὐτημερὸν ἐξανύσῃ4 νηῦς ἐκ τῆς ὑμετέρης ἐς τὴν ἡμετέρην, τότε παραδώσομεν, ἐπιστάμενοι τοῦτο εἶναι ἀδύνατον γενέσθαι. ἡ γὰρ Ἀττικὴ πρὸς νότον κεῖται πολλὸν τῆς Λήμνου.

佩拉斯吉人接着回答说: “当一艘船在北风中,在同一天内从你们的土地航行到达我们的土地时,那时我们就会移交。” 因为他们知道这是不可能实现的。因为阿提卡位于利姆诺斯岛以南很远的地方。

语法注4 条
  1. 6.139.1ἀποκτείνασι δὲ τοῖσι Πελασγοῖσι

    解释为表示不利的与格(dativus incommodi),意为“对于杀死了自己孩子和妻子的佩拉斯吉人而言”。

  2. 6.139.2ταύτας τὰς ἂν αὐτοὶ Ἀθηναῖοι δικάσωσι

    关系代词从句中使用了 ἂν 加上虚拟语气(不定过去时),表示未来的普遍假设或条件:“雅典人自己所裁定的那种(赔偿)”。

  3. 6.139.3οὕτω ἔχουσαν

    阴性单数宾格分词,修饰其先行词 τὴν χώρην(土地),表示移交土地时的状态:“在如此状态下”(即像雅典人准备的卧榻和餐桌那样丰饶的状态)。

  4. 6.139.4ἐπεὰν ... ἐξανύσῃ

    使用了 ἐπεάν(等同于 ἐπειδάν)加上虚拟语气(不定过去时)的句式,表示未来的一次性前提条件:“一旦(船只)完成了……”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.139.1-6.139.4