- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.129.1-6.129.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在决定婚事的当天,备受青睐的求婚者希波克勒伊德斯在宴会上肆无忌惮地跳起舞来,导致克勒伊斯底尼斯取消了婚约。希波克勒伊德斯对此不以为意的回答成为了著名的俗语。
ὡς δὲ ἡ κυρίη ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος τοῦ γάμου καὶ ἐκφάσιος αὐτοῦ Κλεισθένεος τὸν κρίνοι1 ἐκ πάντων, θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης εὐώχεε αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας.
当成婚的宴席以及克勒伊斯底尼斯本人宣布他从所有人中挑选谁的决定之日到来时,克勒伊斯底尼斯献祭了一百头公牛,款待了求婚者们自己以及所有的锡库翁人。
ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον. προϊούσης δὲ τῆς πόσιος κατέχων πολλὸν τοὺς ἄλλους2 ὁ Ἱπποκλείδης ἐκέλευσέ οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείην, πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήσατο. καί κως ἑωυτῷ μὲν ἀρεστῶς ὀρχέετο, ὁ Κλεισθένης δὲ ὁρέων ὅλον τὸ πρῆγμα ὑπώπτευε.
宴罢之后,求婚者们就音乐和在座众人谈论的话题展开了竞争。随着酒宴的深入,在大为压倒其他人的希波克勒伊德斯命令笛手为他演奏一首恩美莱亚舞曲,当笛手遵从时,他就跳起舞来。尽管他跳得让自己颇为满意,但克勒伊斯底尼斯看着这一切,心中产生了疑虑。
μετὰ δὲ ἐπισχὼν ὁ Ἱπποκλείδης χρόνον ἐκέλευσε τινὰ τράπεζαν ἐσενεῖκαι, ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπʼ αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια, μετὰ δὲ ἄλλα Ἀττικά, τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε.
随后,希波克勒伊德斯稍作停顿,便命令人抬进一张桌子。桌子抬进来后,他先是在上面跳了拉科尼亚式的舞姿,接着又跳了其他的阿提卡式的舞姿,第三次则是将头顶在桌子上,用双腿做出各种手势般的手势。
Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου, ἀποστυγέων γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι3 Ἱπποκλείδεα διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην, κατεῖχε ἑωυτόν, οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν· ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα, οὐκέτι κατέχειν δυνάμενος εἶπε ὦ παῖ Τισάνδρου, ἀπορχήσαό γε μὲν τὸν γάμον. ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε οὐ φροντὶς Ἱπποκλείδῃ. ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται.
克勒伊斯底尼斯在他跳第一和第二段舞时,虽然因其舞蹈和无耻而极度厌恶希波克勒伊德斯再成为自己的女婿,但他还是克制住自己,不想对他发作。然而,当他看到他用双腿做出各种手势时,他再也克制不住了,说道:“提桑德罗斯之子啊,你用舞蹈把你的婚事跳没了!”而希波克勒伊德斯接口说道:“希波克勒伊德斯不在乎。”从此,这句话便成了一句俗语。
- 6.129.1τὸν κρίνοι
由于主句动词为过去时(ἐγένετο),在间接疑问句(τὸν κρίνοι)中使用了斜法祈愿式(oblique optative)以代替直陈式,表示从过去立场的预期未来意图。
- 6.129.2κατέχων πολλὸν τοὺς ἄλλους
分词 κατέχων 在此处意为“大为压倒他人”或“将其他人远远甩在后面”,表示通过显露绝对优势来支配或盖过他人。
- 6.129.4ἄν οἱ ἔτι γενέσθαι
语气词 ἄν 与不定式 γενέσθαι 的结合,是将直接引语中的潜在祈愿式(ἄν + 祈愿式)转化为依附于分词 ἀποστυγέων(厌恶)的不定式从句,表示克勒伊斯底尼斯对潜在可能性的否定判断:“希波克勒伊德斯再也不可能成为他的女婿”。
