- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.119.1-6.119.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
达提斯等人将沦为奴隶的埃雷特里亚人带到苏萨,大流士国王平息了先前的愤怒,将他们安置在基西亚地区的阿尔德里卡,并介绍了当地一口产出沥青、盐和油的奇特水井。
τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς τε καὶ Ἀρταφρένης, ὡς προσέσχον πρὸς τὴν Ἀσίην πλέοντες, ἀνήγαγον ἐς Σοῦσα. βασιλεὺς δὲ Δαρεῖος, πρὶν μὲν αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας, ἐνεῖχέ σφι δεινὸν χόλον, οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων·1
达提斯和阿尔塔弗雷内斯乘船抵达亚洲后,便将沦为奴隶的埃雷特里亚人带到了苏萨。大流士国王在埃雷特里亚人成为俘虏之前,曾对他们怀有极大的愤怒,因为是埃雷特里亚人先挑起了不义的行为。
ἐπείτε δὲ εἶδε σφέας ἀπαχθέντας παρʼ ἑωυτὸν καὶ ἑωυτῷ ὑποχειρίους ἐόντας, ἐποίησε κακὸν ἄλλο οὐδέν, ἀλλὰ σφέας τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομα ἐστὶ Ἀρδέρικκα, ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους σταδίους ἀπέχοντι, τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέχεται τριφασίας ἰδέας·2 καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε·
但当他看到他们被带到自己面前并顺从于他时,他没有对他们施加任何其他的伤害,而是将他们安置在属于他自己的、位于基西亚地区的名为阿尔德里卡的一个驿站。该地距离苏萨二百一十斯塔德,距离那口产出三种物质的井四十斯塔德。因为人们用以下的方式从井中汲取沥青、盐和油:
ἀντλέεται μὲν κηλωνηίῳ, ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται·3 ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν· ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς. καὶ ἡ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα· τὸ δὲ ἔλαιον οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην, ἔστι δὲ μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν.
人们用桔槔来汲水,桔槔上绑着半个皮革口袋,以此代替水桶。将口袋浸入井中汲取后,倒进一个储水槽中;然后从该槽流入另一个容器中,在这里它分流为三条路。沥青和盐随即凝固,而波斯人称之为“拉迪纳克”的油则是黑色的,并发出浓重的气味。
ἐνθαῦτα τοὺς Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος, οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην, φυλάσοντες τὴν ἀρχαίην γλῶσσαν. τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτω.
大流士国王将埃雷特里亚人安置在此地,直到我的时代,他们仍占有这片土地,并保留着他们古老的语言。关于埃雷特里亚人的事情就是这样。
- 6.119.1οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων
由表示客观原因的副词 οἷα 引导的属格独立分词结构(genitive absolute)。表示主句主语(大流士)之外的客观事实作为原因(“因为埃雷特里亚人先挑起了不义”)。分词 ἀρξάντων 是 ἄρχω(开始、挑起)的不定过去时主动分词属格复数,支配属格宾语 ἀδικίης。
- 6.119.2τὸ παρέχεται τριφασίας ἰδέας
关系代名词 τὸ 是伊奥尼亚方言中定冠词形式用作关系代词(相当于雅典方言的 ὅ,中性单数主格)的用法,其先行词是中性名词 τοῦ φρέατος(井)。动词 παρέχεται 为中动态,意为“(自身)产出、提供”。
- 6.119.3οἱ προσδέδεται
代名词 οἱ 是伊奥尼亚方言及诗歌中常用的第三人称单数与格形式(相当于雅典方言的 αὐτῷ)。在此作为指示代词,指代前句中的 κηλωνηίῳ(桔槔),表示“(半个皮革口袋)被系于其上”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
