- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.118.1-6.118.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
达提斯在米科诺斯岛梦见幻象后,从腓尼基船上搜出阿波罗镀金神像并将其安置在提洛岛,命令提洛岛人将其送回德里翁;提洛岛人未执行,二十年后底比斯人根据神谕自行迎回。
Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην, ἐπείτε ἐγένετο ἐν Μυκόνῳ, εἶδε ὄψιν ἐν τῷ ὕπνῳ. καὶ ἥτις μὲν ἦν ἡ ὄψις, οὐ λέγεται· ὁ δέ, ὡς ἡμέρη τάχιστα1 ἐπέλαμψε, ζήτησιν ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη, πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ,2 ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον·
达提斯率领军队返回亚洲,当他到达米科诺斯岛时,在梦中看到了一个幻象。关于这个幻象是什么,并没有记载;但他一等天亮,便立刻对船只进行搜查,在一艘腓尼基船上发现了一尊镀金的阿波罗神像,于是询问这是从哪里掠夺来的。得知这尊神像来自哪座神殿后,他便乘坐自己的船前往提洛岛。
καὶ ἀπίκατο γὰρ3 τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον, κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων· τὸ δʼ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον.
因为当时提洛岛人已经回到了岛上,他便将神像安置在神殿里,并嘱咐提洛岛人,要把这尊神像送回属于底比斯人的德里翁;该地位于与哈尔基斯相对的海滨。
Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε, τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον, ἀλλά μιν διʼ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον.
达提斯在作了这些嘱托后便启航离去;然而,提洛岛人并没有送回这尊神像,而是过了二十年之后,底比斯人自己根据神谕将它迎回了德里翁。
- 6.118.1ὡς ἡμέρη τάχιστα
连词 ὡς 与最高级副词 τάχιστα 结合在一起,表示“一……就……”。此处名词 ἡμέρη(天亮、白昼)夹在中间,意为“一等天亮”。
- 6.118.1ἐξ οὗ ἦν ἱροῦ
先行词 ἱροῦ 被吸引入关系从句中(先行词吸引);若按正常语序,则相当于 ἐκ τοῦ ἱροῦ ἐξ οὗ ἦν(自其所出之神殿)。
- 6.118.2καὶ ἀπίκατο γὰρ
句式 καὶ ... γάρ 在此处引导一个插入解释句,意为“因为实际上……”。动词 ἀπίκατο 是 ἀπικνέομαι(爱奥尼亚方言,意为“到达”)的第三人称复数过去完成时,相当于雅典方言的 ἀφιγμένοι ἦσαν。
