- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.117.1-6.117.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
记录了马拉松战役中双方的阵亡人数,并讲述了雅典士兵埃庇泽洛斯的奇遇:他在没有受伤的情况下突然失明,并声称看到了一个高大重装步兵的幻影。
ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους1 καὶ τετρακοσίους ἄνδρας, Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο. ἔπεσον μὲν ἀμφοτέρων τοσοῦτοι.
在这场马拉松战役中,蛮族方面战死了约六千四百人,而雅典人方面则战死了一百九十二人。双方倒下的人数即如此。
συνήνεικε2 δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε, Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα,3 καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου τοῦ χρόνου ἐόντα τυφλόν.
在当地发生了一件这样的奇事:一个名叫埃庇泽洛斯的雅典人,是库法戈拉斯之子,他在混战中奋勇杀敌、表现英勇,虽然身体任何部位都没有受到近战武器的砍伤,也没有被远射武器击中,却双目失明,并且从此以后,在余生中一直过着盲人的生活。
λέγειν δὲ αὐτὸν περὶ τοῦ πάθεος ἤκουσα τοιόνδε τινὰ λόγον, ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν,4 τοῦ τὸ γένειον τὴν ἀσπίδα πᾶσαν σκιάζειν· τὸ δὲ φάσμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν, τὸν δὲ ἑωυτοῦ παραστάτην ἀποκτεῖναι. ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην λέγειν.
我听说他自己对于这次遭遇讲过这样一番话:他觉得有一个身材高大的重装步兵挡在他的面前,那人的胡须遮蔽了整面盾牌;而这个幻影从他身边走过,却杀了站在他身边的战友。我听说埃庇泽洛斯就是这样说的。
- 6.117.1κατὰ ἑξακισχιλίους
前置词 κατά 与数词连用,表示“大约”、“大概”的副词性用法。尽管它支配宾格(ἑξακισχιλίους),但在句中实际起到了主语部分的作用。
- 6.117.2συνήνεικε
动词 συμφέρω 的不定过去时直陈语气主动声音单数第三人称的爱奥尼亚方言形式(雅典方言为 συνήνεγκε)。此处作单部无人称动词使用,意为“发生”、“产生”,后面的宾格加不定式短语(θῶμα γενέσθαι)作为其主语。
- 6.117.2οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα
此处对比了指近战中被砍或被打的 πληγέντα(πλήσσω 的不定过去时被动分词)与指被远射兵器击中的 βληθέντα(βάλλω 的不定过去时被动分词)。οὐδέν 是关系宾格(副词性),意为“一点也不”,τοῦ σώματος 是部分属格,表示“身体的(任何部分)”。
- 6.117.3ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν
由于承接表示传闻的 ἤκουσα,整段话都采用间接引语的宾格加不定式结构。οἱ δοκέειν 是一个插入语式的不定式表达,意为“在他(埃庇泽洛斯)看来”,此处的 οἱ 是指代埃庇泽洛斯本人的间接反身代词。ὁπλίτην ... μέγαν 是不定式 ἀντιστῆναι(阻挡)的逻辑主语宾格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
