- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.101.1-6.101.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
雅典人撤退至奥罗波斯,波斯军队则在埃雷特里亚领地登陆并展开进攻。埃雷特里亚人据城坚守,但在第七天因市民背叛而沦陷,城市神庙被焚,居民被奴役。
καὶ οὗτοι μὲν διαβάντες ἐς Ὠρωπὸν ἔσωζον σφέας αὐτούς· οἱ δὲ Πέρσαι πλέοντες κατέσχον τὰς νέας τῆς Ἐρετρικῆς χώρης κατὰ Τέμενος καὶ Χοιρέας καὶ Αἰγίλεα, κατασχόντες δὲ ταῦτα τὰ χωρία αὐτίκα ἵππους τε ἐξεβάλλοντο καὶ παρεσκευάζοντο ὡς προσοισόμενοι τοῖσι ἐχθροῖσι.
而这些人渡海前往奥罗波斯,确保了自己的安全;而波斯人继续航行,在特梅诺斯、霍伊雷阿、艾吉莱阿附近的埃雷特里亚领地让船只靠岸,并在占领这些地方后,立即将马匹卸下陆地,准备向敌人发起进攻。
οἱ δὲ Ἐρετριέες ἐπεξελθεῖν μὲν καὶ μαχέσασθαι οὐκ ἐποιεῦντο βουλήν, εἴ κως δὲ διαφυλάξαιεν1 τὰ τείχεα, τούτου σφι πέρι ἔμελε, ἐπείτε ἐνίκα2 μὴ ἐκλιπεῖν τὴν πόλιν. προσβολῆς δὲ γινομένης καρτερῆς πρὸς τὸ τεῖχος ἔπιπτον ἐπὶ ἓξ ἡμέρας πολλοὶ μὲν ἀμφοτέρων· τῇ δὲ ἑβδόμῃ Εὔφορβός τε ὁ Ἀλκιμάχου καὶ Φίλαγρος ὁ Κυνέου ἄνδρες τῶν ἀστῶν δόκιμοι προδιδοῦσι τοῖσι Πέρσῃσι.
而埃雷特里亚人则没有做出出城迎击和交战的决定,只是关心能否设法守住城墙,因为不遗弃城市的意见占了上风。随着对城墙发起猛烈的进攻,双方在六天内有许多人战死;但在第七天,阿尔基马科斯之子欧福尔博斯和屈内亚斯之子菲拉格罗斯这两位市民中的显贵,向波斯人出卖了城市。
οἳ δὲ ἐσελθόντες ἐς τὴν πόλιν τοῦτο μὲν τὰ ἱρὰ συλήσαντες ἐνέπρησαν, ἀποτινύμενοι3 τῶν ἐν Σάρδισι κατακαυθέντων ἱρῶν, τοῦτο δὲ4 τοὺς ἀνθρώπους ἠνδραποδίσαντο κατὰ τὰς Δαρείου ἐντολάς.
他们进入城市后,一方面掠夺并烧毁了神庙,以此报复在萨尔迪斯被烧毁的神庙,另一方面则按照大流士的命令将人们奴役。
- 6.101.2εἴ κως δὲ διαφυλάξαιεν
由连接词 εἴ κως(如果设法……)引导的希求语气动词 διαφυλάξαιεν 隶属于过去时主句动词(ἔμελε),起到了表示期待、意图或尝试的间接疑问从句的作用。
- 6.101.2ἐνίκα
动词 νικάω 的未完成过去时 ἐνίκα 以无人称形式使用,表示“(某种意见在辩论中)占了上风、被决定”,不定式短语 μὴ ἐκλιπεῖν τὴν πόλιν(不遗弃城市)作为其名义上的主语。
- 6.101.3ἀποτινύμενοι
中动语态分词 ἀποτινύμενοι(进行报复)支配属格 τῶν ... ἱρῶν(为了……神庙),表示报复的原因或对象。
- 6.101.3τοῦτο μὲν ... τοῦτο δὲ
使用指示代词 τοῦτο 的中性单数宾格(副词性宾格)的关联结构,表示“一方面……另一方面……”(等同于 τὸ μὲν ... τὸ δέ),是希罗多德著作中非常典型的用法。
