- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.100.1-6.100.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
面对波斯军队的逼近,埃雷特里亚向雅典求援,雅典派去了在卡尔基斯的四千名殖民者,但埃雷特里亚内部却意见分裂。察觉到局势的埃雷特里亚首领埃斯基内斯劝告雅典援军撤退以防一同覆灭,雅典人采纳了他的建议。
Ἐρετριέες δὲ πυνθανόμενοι τὴν στρατιὴν τὴν Περσικὴν ἐπὶ σφέας ἐπιπλέουσαν Ἀθηναίων ἐδεήθησαν σφίσι βοηθοὺς γενέσθαι. Ἀθηναῖοι δὲ οὐκ ἀπείπαντο τὴν ἐπικουρίην, ἀλλὰ τοὺς τετρακισχιλίους τοὺς κληρουχέοντας τῶν ἱπποβοτέων Χαλκιδέων τὴν χώρην, τούτους1 σφι διδοῦσι τιμωρούς. τῶν δὲ Ἐρετριέων ἦν ἄρα οὐδὲν ὑγιὲς βούλευμα, οἳ2 μετεπέμποντο μὲν Ἀθηναίους, ἐφρόνεον δὲ διφασίας ἰδέας.
埃雷特里亚人得知波斯军队正朝他们航行而来,便请求雅典人作他们的援军。雅典人并没有拒绝援助,而是将那些在饲养马匹的卡尔基斯人的土地上拥有分配地的四千名殖民者,将这些人派给他们作为救援者。然而,埃雷特里亚人并没有什么健全的计划,他们虽然召来了雅典人,心里却抱着两种打算。
οἳ μὲν γὰρ αὐτῶν ἐβουλεύοντο ἐκλιπεῖν τὴν πόλιν ἐς τὰ ἄκρα τῆς Εὐβοίης, ἄλλοι δὲ αὐτῶν ἴδια κέρδεα προσδεκόμενοι παρὰ τοῦ Πέρσεω οἴσεσθαι3 προδοσίην ἐσκευάζοντο.
因为他们中的一些人正计划遗弃城市逃往尤波亚的山顶,而另一些人则企图从波斯人那里获得个人的利益,正在准备叛变。
μαθὼν δὲ τούτων ἑκάτερα ὡς εἶχε4 Αἰσχίνης ὁ Νόθωνος, ἐὼν τῶν Ἐρετριέων τὰ πρῶτα, φράζει τοῖσι ἥκουσι Ἀθηναίων πάντα τὰ παρεόντα σφι πρήγματα, προσεδέετό τε ἀπαλλάσσεσθαι σφέας5 ἐς τὴν σφετέρην, ἵνα μὴ προσαπόλωνται. οἱ δὲ Ἀθηναῖοι ταῦτα Αἰσχίνῃ συμβουλεύσαντι πείθονται.
诺通之子埃斯基内斯是埃雷特里亚人的首要人物,他得知这两方面的计划是如何进行的,便向到来的雅典人讲明了他们面临的一切现状,并恳求他们退回到自己的国土去,以免一同灭亡。雅典人顺从了埃斯基内斯的这一建议。
- 6.100.1τούτους
指示代词 τούτους 采用宾格,以此复指前面较长的宾格短语(τοὺς τετρακισχιλίους... τὴν χώρην),起到了明确文意和强调的作用,作为动词 διδοῦσι 的直接宾语。
- 6.100.1οἳ
关系代词 οἳ(阳性复数)在语法上的先行词并非紧邻的 οὐδὲν ὑγιὲς βούλευμα(中性单数),而是属格的 τῶν δὲ Ἐρετριέων(阳性复数)。这是“按意义一致(constructio ad sensum)”的用法,而非严格的语法性数一致。
- 6.100.2οἴσεσθαι
未来中动不定词(带能动意义),作为分词 προσδεκόμενοι(期待)的补足不定词。因为其逻辑主语与该分句的主语 ἄλλοι 一致,故省略了宾格主语。
- 6.100.3τούτων ἑκάτερα ὡς εἶχε
这是一种先行(prolepsis)句式。本应作为从属句主语的 τούτων ἑκάτερα(这两者中的每一方)被提到了主句分词 μαθὼν 的直接宾语位置。直译为“得知这两者中的每一方是如何进展的”。
- 6.100.3σφέας
希罗多德中采用间接反身代词(第三人称复数宾格)的例子。从主句主语(埃斯基内斯)的角度来看待第三人称,指代谈话的对象雅典人(意为“他们自己”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
