← 希罗多德

历史

§5.9.1-5.9.3

伊斯特河以北西昆尼人的习俗与矮马

本节记述了居住在伊斯特河以北、唯一已知的西昆尼人,提及他们效仿米底的习俗、奇特的多毛矮马、与埃内蒂人相邻的领土,以及该词在其他地区的特殊含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9.1

τὸ δὲ πρὸς βορέω1 τῆς χώρης ἔτι ταύτης οὐδεὶς ἔχει φράσαι τὸ ἀτρεκὲς οἵτινες εἰσὶ ἄνθρωποι οἰκέοντες αὐτήν, ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα καὶ ἄπειρος. μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας, ἐσθῆτι δὲ χρεωμένους Μηδικῇ·

至于该地区以北的地方,无人能够确切说明居住在那里的究竟是些什么人;相反,伊斯特河彼岸的土地似乎已是荒无人烟、无边无际。但我能打听到的、居住在伊斯特河彼岸的唯一人群,是那些被称为西昆尼人的人,他们穿着米底式的服饰。

§5.9.2

τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν,2 μικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν, ζευγνυμένους δὲ ὑπʼ ἅρματα εἶναι ὀξυτάτους· ἁρματηλατέειν δὲ πρὸς ταῦτα τοὺς ἐπιχωρίους. κατήκειν δὲ τούτων τοὺς οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ.

据说他们的马浑身长满长毛,毛深达五指;这些马体型矮小、塌鼻,无法驮人,但若套上战车则奔跑极快,因此当地人驾驭战车。据说这些人的疆界一直延伸到亚得里亚海的埃内蒂人附近。

§5.9.3

εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι. ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι, ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι, γένοιτο δʼ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ. Σιγύννας δʼ ὦν καλέουσι Λίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους, Κύπριοι δὲ τὰ δόρατα.3

他们自称是米底人的殖民者。至于他们是如何成为米底人殖民者的,我自己无法解释,但在漫长的岁月中,任何事情都可能发生。无论如何,居住在马萨利亚上游内陆的利古里亚人将小商贩称为“西昆尼”,而塞浦路斯人则用这个词来指称矛。

语法注3 条
  1. 5.9.1τὸ δὲ πρὸς βορέω

    句首的宾格冠词 τὸ 与随后的介词短语 πρὸς βορέω τῆς χώρης ἔτι ταύτης 结合,起到关系宾格或主题宾格的作用,用于引出话题(“至于……方面”)。βορέω 是爱奥尼亚方言的单数属格(相当于雅典方言的 βορρᾶ),受介词 πρὸς 的支配。

  2. 5.9.2τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν

    本节由间接叙述中的宾格加不定式结构(εἶναι, ἁρματηλατέειν, κατήκειν)构成,松散地依附于前一节的听闻动词(πυθέσθαι)或后一节的“据说”(λέγουσι)。ἅπαν τὸ σῶμα(全身)和 τὸ βάθος(深度)均为关系宾格(表示状态的范围),修饰形容词 λασίους(多毛的)。

  3. 5.9.3Σιγύννας δʼ ὦν καλέουσι Δίγυες ... τοὺς καπήλους, Κύπριοι δὲ τὰ δόρατα

    此句采用了带双宾格的动词 καλέουσι(称呼)的构文。Σιγύννας 是谓语性宾格(“西昆尼”),而在以 Δίγυες(利古里亚人)为主语的分句中,直接宾格是 τοὺς καπήλους(小商贩),在以 Κύπριοι(塞浦路斯人)为主语的分句中则是 τὰ δόρατα(矛)。后半句省略了 καλέουσι Σιγύννας。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.9.1-5.9.3