- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.83.1-5.83.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
记述埃癸娜人脱离埃皮达夫鲁斯并凭借制海权袭扰对方,强夺两尊女神像安置于内陆的奥埃,并以带有嘲讽性质的女子合唱仪式进行祭祀。
τοῦτον δʼ ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον1 τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρʼ ἀλλήλων οἱ Αἰγινῆται· τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμοσύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων.
在此时以及在此之前,埃癸娜人还顺从于埃皮达夫鲁斯人,尤其是他们要渡海前往埃皮达夫鲁斯,在彼此之间解决诉讼。但在此之后,他们建造了船只,并采取了傲慢不逊的态度,背叛了埃皮达夫鲁斯人。
ἅτε δὲ ἐόντες διάφοροι ἐδηλέοντο αὐτούς, ὥστε θαλασσοκράτορες ἐόντες,2 καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ τῆς Αὐξησίης ὑπαιρέονται αὐτῶν, καί σφεα ἐκόμισάν τε καὶ ἱδρύσαντο τῆς σφετέρης χώρης ἐς τὴν μεσόγαιαν, τῇ Οἴη μὲν ἐστὶ οὔνομα, στάδια δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος ὡς εἴκοσι ἀπέχει.
由于双方不和,加之他们拥有制海权,便袭扰埃皮达夫鲁斯人;甚至,他们还从他们那里强夺了这些达米娅和奥克塞西亚的神像,将其带走并安置在自己国土的内陆地区,那地方名叫奥埃,距离城市大约有二十斯塔迪翁。
ἱδρυσάμενοι δὲ ἐν τούτῳ τῷ χώρῳ θυσίῃσί τε σφέα καὶ χοροῖσι γυναικηίοισι κερτομίοισι ἱλάσκοντο, χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν·3 κακῶς δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα, τὰς δὲ ἐπιχωρίας γυναῖκας. ἦσαν δὲ καὶ τοῖσι Ἐπιδαυρίοισι αἱ αὐταὶ ἱροεργίαι· εἰσὶ δέ σφι καὶ ἄρρητοι ἱρουργίαι.
在那个地方安置好神像后,他们用祭品和带有嘲讽性质的女子合唱舞队来抚慰她们,每位女神都指派了十名男子担任合唱队组织者。这些合唱队不辱骂任何男子,而是辱骂当地的妇女。埃皮达夫鲁斯人也有同样的圣仪,但他们还有一些不可言说的秘密仪式。
- 5.83.1Ἐπιδαυρίων ἤκουον
动词 ἤκουον(ἀκούω 的未完成过去时)在此接属格 Ἐπιδαυρίων,并非单纯的“听见”,而是意为“听从”或“隶属于”。
- 5.83.2ὥστε θαλασσοκράτορες ἐόντες
连词 ὥστε 搭配分词 ἐόντες 在此不表示结果,而是表示原因(“因为他们是……”),这是希罗多德等爱奥尼亚方言的特征用法。
- 5.83.3χορηγῶν ἀποδεικνυμένων ... δέκα ἀνδρῶν
这是一个属格独立结构,以名词短语 χορηγῶν ... δέκα ἀνδρῶν 为逻辑主语,现在时被动分词 ἀποδεικνυμένων 为谓语,用以说明仪式的伴随情况。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
