- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.82.1-5.82.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
作为埃癸娜与雅典宿怨的起因,叙述了埃皮达夫鲁斯人在遭遇饥荒时,遵循德尔斐神谕,利用来自雅典的圣橄榄木建立达米娅和奥克塞西亚神像的经过。
ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε. Ἐπιδαυρίοισι ἡ γῆ καρπὸν οὐδένα ἀνεδίδου. περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι· ἡ δὲ Πυθίη σφέας ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι.1
埃癸娜人对雅典人长久以来所抱持的敌意,起初是由于以下原因产生的。对于埃皮达夫鲁斯人而言,土地不产任何庄稼。因此,埃皮达夫鲁斯人就这一灾祸在德尔斐请求神谕。皮提娅命令他们建立达米娅和奥克塞西亚的神像,并称如果他们建立了神像,情况就会大为好转。
ἐπειρώτεον ὦν οἱ Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου· ἡ δὲ Πυθίη οὐδέτερα τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρης ἐλαίης. ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι δοῦναι ταμέσθαι, ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι. λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον ἐκεῖνον ἢ ἐν Ἀθήνῃσι.
于是埃皮达夫鲁斯人进一步询问,这些神像应当用青铜制作还是用石头制作;但皮提娅不许使用这两种材料,而命他们用栽培的橄榄木制作。因此,埃皮达夫鲁斯人请求雅典人允许他们砍伐一些橄榄木,因为他们认为雅典的橄榄树是最神圣的。据说在那个时期,除了在雅典,大地上其他任何地方都没有橄榄树。
οἳ δὲ ἐπὶ τοῖσιδε δώσειν ἔφασαν ἐπʼ ᾧ2 ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέι. καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο.
雅典人说他们愿意提供,但要以如下为条件:即每年要向雅典娜·波利亚斯和埃雷赫修斯送去祭品。埃皮达夫鲁斯人同意了这些条件,便得到了他们所请求的木材,并用这些橄榄木制作了神像并加以建立;于是他们的土地便结出了果实,他们也履行了与雅典人达成的协议。
- 5.82.1καί σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι
第三人称与格代词 σφι(对他们而言)由表示条件的与格分词 ἱδρυσαμένοισι(如果建立)修饰。不定式 συνοίσεσθαι 受主句动词 ἐκέλευε 支配,作为无人称动词 συμφέρει 的将来不定式,构成间接引语,意为“如果他们建立了神像,情况对他们就会大为好转”。
- 5.82.3ἐπʼ ᾧ
结构 ἐπʼ ᾧ(或 ἐπʼ ᾧτε)后接将来直陈式(ἀπάξουσι),表示协定或约定的条件:“以……为条件”。在此处指雅典人提供橄榄木作为交换、向埃皮达夫鲁斯人强加的义务条件。
