- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.52.1-5.52.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
详细介绍了通往苏萨的波斯御道之地理细节,包括驿站数量、以帕拉桑计算的距离、沿途经过的主要河流、边界关门以及卫所。
ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε·1 σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος. διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί, παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ.
因为关于这条道路的情况如下:沿途随处都有大王的驿站和极为华丽的旅馆,且整条道路都穿过有人烟而安全的地区。§通过吕底亚和弗里吉亚,连续有二十个驿站,距离为九十四个半帕拉桑。
ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός, ἐπʼ ᾧ πύλαι τε ἔπεισι, τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπʼ αὐτῷ. διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ2 μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα,3 παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν. ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς4 καὶ διξὰ φυλακτήρια παραμείψεαι.
紧接弗里吉亚的是哈吕斯河,河上有关门,人们必须通过关门才能渡河,而且河畔设有一座大型卫所。对于渡河进入卡帕多西亚并由此前行直至基利家边境的人来说,共有二十八个驿站,距离为一百零四个帕拉桑。在两国的边界上,你将通过双重关门,并经过两座卫所。
ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἱσι σταθμοί, παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ. οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος, τῷ οὔνομα Εὐφρήτης. ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μὲν εἰσὶ καταγωγέων πεντεκαίδεκα, παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ, καὶ φυλακτήριον ἐν αὐτοῖσι.
对于通过这些关门并在基利家境内行进的人来说,有三个驿站,距离为十五个半帕拉桑。基利家和亚美尼亚的边界是一条必须乘船渡过的河流,名字叫作幼发拉底河。在亚美尼亚境内,有十五个设有旅馆的驿站,距离为五十六个半帕拉桑,其中设有一座卫所。
ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα, παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν. ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι, τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαι ἐστί, πρῶτος μὲν Τίγρης, μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος, οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων· ὁ μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει, ὁ δʼ ὕστερον ἐκ Ματιηνῶν·
对于从亚美尼亚进入马提亚奈土地的人来说,有三十四个驿站,距离为一百三十七个帕拉桑。有四条必须乘船渡过的河流流经此地,人们必须乘渡船渡过它们:第一条是底格里斯河,其后是第二条和第三条用相同名字称呼的河流,但它们并非同一条河,也非源自同一地方;因为其中先提到的那条流自亚美尼亚人的土地,后提到的那条流自马提亚奈人的土地。
ὁ δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης, τὸν Κῦρος διέλαβε κοτὲ ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας.
第四条河的名字叫作甘迪斯河,居鲁士曾将其分流到三百六十条渠道中。
ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί, παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην, ἐόντα καὶ τοῦτον νηυσιπέρητον· ἐπʼ ᾧ Σοῦσα πόλις πεπόλισται.
对于从这里进入基西亚地区的人来说,有十一个驿站,直到乔阿斯佩斯河为止,距离为四十二个半帕拉桑,这条河也是一条必须乘船渡过的河流;苏萨城就建在这条河畔。
- 5.52.1ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε
不及物动词化的 ἔχω 与副词 ὧδε 结合使用的习惯表达,意为“情况如此”。其主语不是具体的名词,而是指一般的“事态”或“状况”。小词 γάρ 引入了从本章开始的关于御道全貌的详细说明。
- 5.52.2διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ
用作“关系与格”(或“判断者与格”)的分词。这是希罗多德在描述旅途路线时的特有句法,即通过“对于渡过并前行的人来说”这种形式,以行人的视角为基准来呈现距离和驿站数量。在 §5.52.3、§5.52.4、§5.52.6 中也可以看到类似的结构(διεξελάσαντι, ἐσβάλλοντι, μεταβαίνοντι)。
- 5.52.2δυῶν δέοντες εἴκοσι εἶσι τριήκοντα
希腊语中特有的减法数字表达法,意为“三十缺二”,即“二十八”。其中 δέοντες 是动词 δέω(缺少)的现在分词阳性复数形式。
- 5.52.2διεξελᾷς
动词 διεξελάω 的第二人称单数将来时(雅典将来时/收缩将来时)。这种第二人称表达将读者(或听者)虚拟地设想为旅途的实际主体。它与随后的将来时形式 παραμείψεαι(动词 παραμείβομαι 的中道将来时第二人称单数)相配对。
