← 希罗多德

历史

§5.51.1-5.51.3

阿里斯塔戈拉斯行贿克列欧美奈斯与戈尔戈的劝阻

阿里斯塔戈拉斯前往克列欧美奈斯家中试图行贿,但在克列欧美奈斯幼女戈尔戈的劝告下,行贿宣告失败,阿里斯塔戈拉斯最终彻底离开斯巴达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.51.1

ὁ μὲν Κλεομένης ταῦτα εἴπας ἤιε ἐς τὰ οἰκία, ὁ δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην ἤιε ἐς τοῦ Κλεομένεος,1 ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων ἐπακοῦσαι ἐκέλευε τὸν Κλεομένεα ἀποπέμψαντα2 τὸ παιδίον· προσεστήκεε γὰρ δὴ τῷ Κλεομένεϊ ἡ θυγάτηρ, τῇ οὔνομα ἦν Γοργώ· τοῦτο δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐὸν ἐτέων ὀκτὼ ἢ ἐννέα ἡλικίην.3 Κλεομένης δὲ λέγειν μιν ἐκέλευε τὰ βούλεται μηδὲ ἐπισχεῖν τοῦ παιδίου εἵνεκα.

克列欧美奈斯说了这些话后便回了家。而阿里斯塔戈拉斯拿着求告者的橄榄枝,前往克列欧美奈斯的家。他进到屋里后,便以求告者的身份,请求克列欧美奈斯打发走孩子,然后听他陈述。因为克列欧美奈斯的身边正站着他的女儿,名字叫作戈尔戈。这孩子也是他唯一的孩子,年龄正值八九岁。但克列欧美奈斯让他尽管说出自己想说的话,不必因为孩子在场而有所顾忌。

§5.51.2

ἐνθαῦτα δὴ ὁ Ἀρισταγόρης ἄρχετο ἐκ δέκα ταλάντων ὑπισχνεόμενος, ἤν οἱ ἐπιτελέσῃ τῶν ἐδέετο. ἀνανεύοντος δὲ τοῦ Κλεομένεος προέβαινε τοῖσι χρήμασι ὑπερβάλλων ὁ Ἀρισταγόρης, ἐς οὗ4 πεντήκοντά τε τάλαντα ὑπεδέδεκτο καὶ τὸ παιδίον ηὐδάξατο πάτερ, διαφθερέει σε ὁ ξεῖνος, ἢν μὴ ἀποστὰς ἴῃς.

于是,阿里斯塔戈拉斯开始许诺,如果能为他达成请求的事,就给十个塔兰同。由于克列欧美奈斯摇头拒绝,阿里斯塔戈拉斯便不断增加金额,直到他承诺给五十个塔兰同的时候,孩子大声说道:“父亲,要是你不走开,这个异乡人会把你毁掉的。”

§5.51.3

ὅ τε δὴ Κλεομένης ἡσθεὶς τοῦ παιδίου τῇ παραινέσι ἤιε ἐς ἕτερον οἴκημα, καὶ ὁ Ἀρισταγόρης ἀπαλλάσσετο τὸ παράπαν ἐκ τῆς Σπάρτης, οὐδέ οἱ ἐξεγένετο ἐπὶ πλέον ἔτι σημῆναι περὶ τῆς ἀνόδου τῆς παρὰ βασιλέα.

克列欧美奈斯对孩子的劝告感到欣喜,便走进了另一个房间。而阿里斯塔戈拉斯则彻底离开了斯巴达,他再也没有机会更详细地说明前往大王那里的内陆旅程了。

语法注4 条
  1. 5.51.1ἐς τοῦ Κλεομένεος

    意为“到克列欧美奈斯的(家)”。此处省略了名词 οἰκία(房屋)或 οἴκημα(住所),仅以属格 τοῦ Κλεομένεος 作为介词 ἐς 的宾语。

  2. 5.51.1ἀποπέμψαντα

    宾格分词,与不定式 ἐπακοῦσαι(听)的逻辑主语 τὸν Κλεομένεα(宾格)一致。表示克列欧美奈斯需先执行的前置动作,即“打发走孩子(然后再听)”。

  3. 5.51.1ἐτύγχανε ἐὸν ἐτέων ὀκτὼ ἢ ἐννέα ἡλικίην

    动词 τυγχάνω 与现在分词 ἐών(源自 εἰμί)连用,构成表示“碰巧是/恰好是”的句式。ἐτέων ὀκτὼ ἢ ἐννέα(八九岁)为性质属格,ἡλικίην 为表示“在年龄方面”的关系宾格(限定宾格)。

  4. 5.51.2ἐς οὗ

    起连词作用,意为“直到……(until)”。这是由 ἐς τοῦτο χρόνου ἐν ᾧ(直到……的时候)等表达缩略而来的形式。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.51.1-5.51.3