← 希罗多德

历史

§5.31.1-5.31.4

阿里斯塔戈拉斯劝说阿塔弗雷内斯远征纳克索斯

阿里斯塔戈拉斯前往萨尔迪斯拜访阿塔弗雷内斯,向他游说远征纳克索斯,并陈述了纳克索斯及周边岛屿的财富和极具战略价值的地理位置。阿塔弗雷内斯十分赞同此计划,在承诺将提供超出预期的两百艘船只之余,也指出该计划需获得国王本人的同意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.31.1

ἀπικόμενος δὲ ὁ Ἀρισταγόρης ἐς τὰς Σάρδις λέγει πρὸς τὸν Ἀρταφρένεα ὡς Νάξος εἴη νῆσος μεγάθεϊ μὲν οὐ μεγάλη, ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ καὶ ἀγχοῦ Ἰωνίης, χρήματα δὲ ἔνι πολλὰ καὶ ἀνδράποδα. σὺ ὦν ἐπὶ ταύτην τὴν χώρην στρατηλάτεε, κατάγων ἐς αὐτὴν τοὺς φυγάδας ἐξ αὐτῆς.

阿里斯塔戈拉斯抵达萨尔迪斯后,对阿塔弗雷内斯说,纳克索斯是一个面积虽不大,但在其他方面既美丽又富饶、且靠近伊奥尼亚的岛屿,其中有许多财富和奴隶。“因此,请您对这片土地发动远征,将流亡者送回该岛。

§5.31.2

καί τοι ταῦτα ποιήσαντι1 τοῦτο μὲν ἐστὶ ἕτοιμα παρʼ ἐμοὶ χρήματα μεγάλα πάρεξ τῶν ἀναισιμωμάτων τῇ στρατιῇ· ταῦτα μὲν γὰρ δίκαιον ἡμέας τοὺς ἄγοντας παρέχειν ἐστί· τοῦτο δὲ2 νήσους βασιλέι προσκτήσεαι αὐτήν τε Νάξον καὶ τὰς ἐκ ταύτης ἠρτημένας, Πάρον καὶ Ἄνδρον καὶ ἄλλας τὰς Κυκλάδας καλευμένας.

事实上,如果您这样做,一方面,除了军队的开支外,我这里已经准备好了大笔资金;因为这些开支理应由带他们回去的我们来承担;另一方面,您将为国王赢取这些岛屿——纳克索斯本身以及依附于它的帕罗斯、安德罗斯和其他被称为基克拉泽斯的岛屿。

§5.31.3

ἐνθεῦτεν δὲ ὁρμώμενος εὐπετέως ἐπιθήσεαι Εὐβοίῃ νήσῳ μεγάλῃ τε καὶ εὐδαίμονι, οὐκ ἐλάσσονι Κύπρου καὶ κάρτα εὐπετέι αἱρεθῆναι.3 ἀποχρῶσι δὲ ἑκατὸν νέες ταύτας πάσας χειρώσασθαι. ὁ δὲ ἀμείβετο αὐτὸν τοῖσιδε.

从那里出发,您将很容易进攻优波亚岛,这是一个巨大而富庶的岛屿,不亚于塞浦路斯,且极易攻取。一百艘船就足以征服所有这些岛屿。” 阿塔弗雷内斯用以下的话回答他:

§5.31.4

σὺ ἐς οἶκον τὸν βασιλέος ἐξηγητὴς γίνεαι4 πρηγμάτων ἀγαθῶν, καὶ ταῦτα εὖ παραινέεις πάντα, πλὴν τῶν νεῶν τοῦ ἀριθμοῦ· ἀντὶ δὲ ἑκατὸν νεῶν διηκόσιαί τοι ἕτοιμοι ἔσονται ἅμα τῷ ἔαρι. δεῖ δὲ τούτοισι καὶ αὐτὸν βασιλέα συνέπαινον γίνεσθαι.

“你对国王的宫廷来说是一个益事的建言者,你对这一切的建议都很好,除了船只的数量。到了春天,将有两百艘船为你准备就绪,而不是一百艘。不过,这件事也必须得到国王本人的同意。”

语法注4 条
  1. 5.31.2ποιήσαντι

    与格分词。带有条件意味(“如果您这样做”),在句中作为利益与格或关系与格,与后续的主句(尤其是 ἕτοιμα ... ἐστὶ 和 προσκτήσεαι)在逻辑上相关联。

  2. 5.31.2τοῦτο μὲν ... τοῦτο δὲ

    宾格的副词性用法。成对使用,表示“一方面……,另一方面……”,其功能相当于一般散文中更为常见的 τὸ μὲν ... τὸ δὲ ... 。

  3. 5.31.3αἱρεθῆναι

    被动语态不定式。用作说明性不定式(或限定范围的不定式),修饰形容词 εὐπετέι(“容易的”),表示“(极易)被攻占”。

  4. 5.31.4γίνεαι

    动词 γίνομαι 现在时第二人称单数中动/被动语态的爱奥尼亚方言未缩约形式,相当于雅典方言的 γίγνῃ(或 γίγνει)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.31.1-5.31.4