← 希罗多德

历史

§5.30.1-5.30.6

纳克索斯流亡者的求助与阿里斯塔戈拉斯的图谋

被驱逐的纳克索斯富人向米利都的阿里斯塔戈拉斯求助,阿里斯塔戈拉斯则提议借助波斯总督阿塔弗雷内斯的力量来控制纳克索斯并送其复国。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.30.1

Πάριοι μέν νυν Μιλησίους οὕτω κατήρτισαν. τότε δὲ ἐκ τουτέων τῶν πολίων ὧδε ἤρχετο κακὰ γίνεσθαι τῇ Ἰωνίῃ. ἐκ Νάξου ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου, φυγόντες δὲ ἀπίκοντο ἐς Μίλητον.

帕罗斯人就是这样调停了米利都人。但在此之后,灾难开始通过以下方式从这些城市降临到伊奥尼亚。纳克索斯的富人被平民驱逐,流亡后他们来到了米利都。

§5.30.2

τῆς δὲ Μιλήτου ἐτύγχανε ἐπίτροπος ἐὼν Ἀρισταγόρης ὁ Μολπαγόρεω, γαμβρός τε ἐὼν καὶ ἀνεψιὸς1 Ἱστιαίου τοῦ Λυσαγόρεω, τὸν ὁ Δαρεῖος ἐν Σούσοισι κατεῖχε· ὁ γὰρ Ἱστιαῖος τύραννος ἦν Μιλήτου καὶ ἐτύγχανε τοῦτον τὸν χρόνον ἐὼν ἐν Σούσοισι, ὅτε οἱ Νάξιοι ἦλθον ξεῖνοι πρὶν ἐόντες τῷ Ἱστιαίῳ.

当时,莫尔帕戈拉斯之子阿里斯塔戈拉斯正担任米利都的摄政,他既是利萨戈拉斯之子希斯提哀乌斯的女婿,也是其表兄弟,而希斯提哀乌斯正被大流士扣留在苏萨。因为希斯提哀乌斯是米利都的僭主,当纳克索斯人(他们以前是希斯提哀乌斯的客友)到来时,他碰巧正在苏萨。

§5.30.3

ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐς τὴν Μίλητον ἐδέοντο τοῦ Ἀρισταγόρεω, εἴ κως αὐτοῖσι παράσχοι δύναμίν τινα καὶ κατέλθοιεν ἐς τὴν ἑωυτῶν. ὁ δὲ ἐπιλεξάμενος ὡς ἢν διʼ αὐτοῦ κατέλθωσι ἐς τὴν πόλιν, ἄρξει τῆς Νάξου, σκῆψιν δὲ ποιεύμενος τὴν ξεινίην τὴν Ἱστιαίου, τόνδε σφι λόγον προσέφερε.

抵达米利都后,纳克索斯人恳求阿里斯塔戈拉斯,希望他能设法为他们提供一定的兵力,使他们能返回祖国。而阿里斯塔戈拉斯考虑到,如果他们通过他的帮助返回城邦,他将统治纳克索斯;于是他以与希斯提哀乌斯的客友关系为借口,向他们提出了如下建议。

§5.30.4

αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων· πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα2 Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά· μηχανήσομαι δὲ πᾶσαν σπουδὴν ποιεύμενος.

“我个人无法保证能为你们提供足够强大的兵力,在掌控城市的纳克索斯人不同意的情况下送你们回去。因为我听说纳克索斯人拥有八千名重装步兵和许多军舰。但我会竭尽全力,想出办法。”

§5.30.5

ἐπινοέω δὲ τῇδε. Ἀρταφρένης μοι τυγχάνει ἐὼν φίλος· ὁ δὲ Ἀρταφρένης ὑμῖν Ὑστάσπεος μὲν ἐστὶ παῖς, Δαρείου δὲ τοῦ βασιλέος ἀδελφεός, τῶν δʼ ἐπιθαλασσίων τῶν ἐν τῇ Ἀσίῇ ἄρχει πάντων, ἔχων στρατιήν τε πολλὴν καὶ πολλὰς νέας. τοῦτον ὦν δοκέω τὸν ἄνδρα ποιήσειν τῶν ἂν χρηίζωμεν.

“我的设想如下。阿塔弗雷内斯恰好是我的朋友;这位阿塔弗雷内斯是许斯塔斯佩斯之子,大流士国王的兄弟,他统治着亚洲所有的沿岸地区,拥有大批军队和许多船只。因此,我认为这个人会满足我们可能提出的任何要求。”

§5.30.6

ταῦτα ἀκούσαντες οἱ Νάξιοι προσέθεσαν τῷ Ἀρισταγόρῃ πρήσσειν τῇ δύναιτο ἄριστα, καὶ ὑπίσχεσθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ στρατιῇ ὡς αὐτοὶ διαλύσοντες,3 ἐλπίδας πολλὰς ἔχοντες, ὅταν ἐπιφανέωσι ἐς τὴν Νάξον, πάντα ποιήσειν τοὺς Ναξίους τὰ ἂν αὐτοὶ κελεύωσι, ὣς δὲ καὶ τοὺς ἄλλους νησιώτας. τῶν γὰρ νήσων τουτέων τῶν Κυκλάδων οὐδεμία κω ἦν ὑπὸ Δαρείῳ.

纳克索斯人听到这些,便委托阿里斯塔戈拉斯尽其所能去办理,并嘱咐他向对方承诺提供礼物和军费,声称他们自己会承担这些开支。因为他们抱有很大的希望,认为一旦他们出现在纳克索斯,纳克索斯人就会服从他们的一切命令,其他岛民也是如此。因为在这些基克拉泽斯群岛中,当时还没有一个处于大流士的统治之下。

语法注3 条
  1. 5.30.2γαμβρός τε ἐὼν καὶ ἀνεψιός

    标示阿里斯塔戈拉斯与希斯提哀乌斯的多重亲属关系。γαμβρός 指姻亲(如女婿或姐夫/妹夫,此处为“女婿”),而 ἀνεψιός 意为血缘上的“表兄弟/堂兄弟”。

  2. 5.30.4ὀκτακισχιλίην ἀσπίδα

    单数名词 ἀσπίς(盾)集合性地指代“重装步兵”的转喻用法。数词 ὀκτακισχιλίην(八千)直接修饰该单数名词。

  3. 5.30.6ὡς αὐτοὶ διαλύσοντες

    连词 ὡς 与将来分词 διαλύσοντες(διαλύω的将来主动分词,阳性复数主格)结合使用。表示纳克索斯人主观的意图或承诺,意为“声明他们自己会支付(结算)费用”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.30.1-5.30.6