- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.101.1-5.101.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
由于火灾迅速蔓延,萨尔迪斯未遭掠夺,被逼入绝境的吕底亚人和波斯人被迫集结防守,而恐慌的伊奥尼亚人则撤退并返回船只。
τὸ δὲ μὴ λεηλατῆσαι ἑλόντας σφέας τὴν πόλιν ἔσχε τόδε.1 ἦσαν ἐν τῇσι Σάρδισι οἰκίαι αἱ μὲν πλεῦνες καλάμιναι, ὅσαι δʼ αὐτέων καὶ πλίνθιναι ἦσαν, καλάμου εἶχον τὰς ὀροφάς· τουτέων δὴ μίαν τῶν τις στρατιωτέων ὡς ἐνέπρησε, αὐτίκα ἀπʼ οἰκίης ἐπʼ οἰκίην ἰὸν τὸ πῦρ ἐπενέμετο τὸ ἄστυ πᾶν.
以下的原因阻止了他们在占领该城后对其进行掠夺。萨尔迪斯的房屋大多是用芦苇建造的,即使其中有些是用砖建造的,其屋顶也是用芦苇盖的。当士兵中的一人放火烧了其中一栋房屋时,火势立即从一户人家蔓延到另一户人家,席卷了整个城镇。
καιομένου δὲ τοῦ ἄστεος οἱ Λυδοί τε καὶ ὅσοι Περσέων ἐνῆσαν ἐν τῇ πόλι, ἀπολαμφθέντες πάντοθεν ὥστε τὰ περιέσχατα νεμομένου τοῦ πυρός,2 καὶ οὐκ ἔχοντες ἐξήλυσιν ἐκ τοῦ ἄστεος, συνέρρεον ἔς τε τὴν ἀγορὴν καὶ ἐπὶ τὸν Πακτωλὸν ποταμόν, ὅς σφι ψῆγμα χρυσοῦ καταφορέων ἐκ τοῦ Τμώλου διὰ μέσης τῆς ἀγορῆς ῥέει καὶ ἔπειτα ἐς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ, ὁ δὲ ἐς θάλασσαν· ἐπὶ τοῦτον δὴ τὸν Πακτωλὸν καὶ ἐς τὴν ἀγορὴν ἀθροιζόμενοι οἵ τε Λυδοὶ καὶ οἱ Πέρσαι ἠναγκάζοντο ἀμύνεσθαι.
在城镇燃烧之际,吕底亚人以及城内的所有波斯人,由于火势蔓延到最外围而四面被围,且没有出城的通路,于是纷纷聚集到广场和帕克托罗斯河。这条河从特莫卢斯山为他们带下砂金,流经广场中央,然后注入赫尔摩斯河,后者再注入大海。聚集在这条帕克托罗斯河和广场上的吕底亚人和波斯人被迫进行防守。
οἱ δὲ Ἴωνες ὁρέοντες τοὺς μὲν ἀμυνομένους τῶν πολεμίων τοὺς δὲ3 σὺν πλήθεϊ πολλῷ προσφερομένους, ἐξανεχώρησαν δείσαντες πρὸς τὸ ὄρος τὸν Τμῶλον καλεόμενον, ἐνθεῦτεν δὲ ὑπὸ νύκτα ἀπαλλάσσοντο ἐπὶ τὰς νέας.
伊奥尼亚人看到敌人有的在防守,有的则率大军进逼,便因恐惧而退却到被称为特莫卢斯的山上,并从那里乘着夜色撤回船上。
- 5.101.1τὸ δὲ μὴ λεηλατῆσαι ἑλόντας σφέας τὴν πόλιν ἔσχε τόδε
指示代词 τόδε 作主语,动词 ἔσχε 意为“阻止、使……不”。冠词性不定式短语 τὸ μὴ λεηλατῆσαι 作直接宾语,代词 σφέας(宾格)是不定式的逻辑主语,分词 ἑλόντας 与之相一致。直译为:“但是,以下的情况阻止了他们在占领该城后对其进行掠夺。”
- 5.101.2ὥστε τὰ περιέσχατα νεμομένου τοῦ πυρός
连接词 ὥστε 后面接属格绝对结构(νεμομένου τοῦ πυρός)的非常规用法。此处并不单纯表示结果(因此),而是强烈地带有一种原因或理由的意味(因为、由于火势蔓延),解释了他们被切断退路的状态。
- 5.101.3τοὺς μὲν ... τοὺς δὲ
作名词使用的宾格分词,受部分属格 τῶν πολεμίων 的限定。前者(τοὺς μὲν ἀμυνομένους)指“防守的敌人”,后者(τοὺς δὲ ... προσφερομένους)指“涌来的敌人”,描述了伊奥尼亚人所看到的敌人两种不同的动态。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
