← 希罗多德

历史

§4.85.1-4.85.4

大流士观赏黑海与周边海峡的地理尺寸

大流士前往博斯普鲁斯和库阿涅埃群岛以观赏蓬托斯海(黑海),随后详细描述了蓬托斯海、博斯普鲁斯海峡、普罗蓬提斯海以及赫勒斯滂海峡的尺寸与地理连接关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.85.1

καὶ οὗτοι μὲν ἀποσφαγέντες αὐτοῦ ταύτῃ ἐλείποντο· Δαρεῖος δὲ ἐπείτε πορευόμενος ἐκ Σούσων ἀπίκετο τῆς Καλχηδονίης1 ἐπὶ τὸν Βόσπορον ἵνα ἔζευκτο ἡ γέφυρα, ἐνθεῦτεν ἐσβὰς ἐς νέα ἔπλεε ἐπὶ τὰς Κυανέας καλευμένας, τὰς πρότερον πλαγκτὰς Ἕλληνες φασὶ εἶναι, ἑζόμενος δὲ ἐπὶ ῥίῳ ἐθηεῖτο τὸν Πόντον ἐόντα ἀξιοθέητον.2

这些人便在当地被屠杀,留在了那里。而大流士从苏萨出发,抵达卡尔刻东境内的博斯普鲁斯(即架设桥梁之处)时,从那里登船,驶往所谓的库阿涅埃群岛(希腊人说这里以前是漂移不定的岛屿),他坐在海岬上,观赏着那令人叹为观止的蓬托斯海。

§4.85.2

πελαγέων γὰρ ἁπάντων πέφυκε θωμασιώτατος· τοῦ τὸ μὲν μῆκος στάδιοι εἰσὶ ἑκατὸν καὶ χίλιοι καὶ μύριοι, τὸ δὲ εὖρος, τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ,3 στάδιοι τριηκόσιοι καὶ τρισχίλιοι.

因为在所有的海当中,它天生是最奇妙的;它的长度为一万一千一百斯塔德,而宽度在最宽处则为三千三百斯塔德。

§4.85.3

τούτου τοῦ πελάγεος τὸ στόμα ἐστὶ εὖρος τέσσερες στάδιοι· μῆκος δὲ, τοῦ στόματος ὁ αὐχήν, τὸ δὴ Βόσπορος κέκληται, κατʼ ὃ δὴ ἔζευκτο ἡ γέφυρα, ἐπὶ σταδίους εἴκοσι καὶ ἑκατόν ἐστι. τείνει δʼ ἐς τὴν Προποντίδα ὁ Βόσπορος· ἡ δὲ Προποντὶς ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων, μῆκος δὲ τετρακοσίων καὶ χιλίων, καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους,4 μῆκος δὲ τετρακοσίους. ἐκδιδοῖ δὲ ὁ Ἑλλήσποντος ἐς χάσμα πελάγεος τὸ δὴ Αἰγαῖον καλέεται.

这片海的入口宽度为四斯塔德;而入口的颈部(即被称为博斯普鲁斯的海峡,也是架设桥梁之处)的长度为一百二十斯塔德。博斯普鲁斯海峡通向普罗蓬提斯海;普罗蓬提斯海宽五百斯塔德,长一千四百斯塔德,注入赫勒斯滂海峡,而赫勒斯滂海峡最窄处为七斯塔德,长四百斯塔德。赫勒斯滂海峡则注入被称为爱琴海的广阔海域。

语法注4 条
  1. 4.85.1τῆς Καλχηδονίης

    地名 Καλχηδονίη(卡尔刻东)的属格,修饰其后的 ἐπὶ τὸν Βόσπορον,起着表示该海峡所在区域或领土范围的“所属属格”作用。

  2. 4.85.1τὸν Πόντον ἐόντα ἀξιοθέητον

    现在分词 ἐόντα 与感官动词 ἐθηεῖτο(观看)的直接宾语 τὸν Πόντον 连用,作叙述性补语,说明该海域具有非常值得一看的特质。

  3. 4.85.2τῇ εὐρύτατος αὐτὸς ἑωυτοῦ

    τῇ 是表示“在……地方”的关系副词(或与格代词)。反身代词属格 ἑωυτοῦ 与最高级 εὐρύτατος 连用,构成了自身比较的句式,意为“在它自身最宽的地方”(即最宽处)。

  4. 4.85.4ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους

    名词 στεινότητα(狭窄)是表示限定或关系的宾格,而 ἑπτὰ σταδίους 是表示度量范围的宾格。两者修饰现在分词 ἐόντα,构成“在狭窄程度上达到七斯塔德”的结构。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.85.1-4.85.4