- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.86.1-4.86.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
作者以船只在昼夜的平均航行距离为标准,计算了蓬托斯海的最长处与最宽处,并提及了与之相邻的迈埃提斯湖。
μεμέτρηται1 δὲ ταῦτα ὧδε. νηῦς ἐπίπαν μάλιστα κῃ κατανύει ἐν μακρημερίῃ2 ὀργυιὰς ἑπτακισμυρίας, νυκτὸς δὲ ἑξακισμυρίας.
这些尺寸是这样测量的。船只通常在白天较长的时期内,一天能行驶大约七万奥尔居伊亚,在夜间则行驶六万奥尔居伊亚。
ἤδη ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος (τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου μακρότατον) ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ·3 αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται, ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι εἰσί.
因此,从入口到法西斯(因为这是蓬托斯海最长的部分)需要航行九天八夜;这些合起来是一百一十一万奥尔居伊亚,从这些奥尔居伊亚折算,就是一万一千一百斯塔德。
ἐς δὲ Θεμισκύρην τὴν ἐπὶ Θερμώδοντι ποταμῷ ἐκ τῆς Σινδικῆς (κατὰ τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου εὐρύτατον) τριῶν τε ἡμερέων καὶ δύο νυκτῶν πλόος· αὗται δὲ τρεῖς μυριάδες καὶ τριήκοντα ὀργυιέων γίνονται, στάδιοι δὲ τριηκόσιοι καὶ τρισχίλιοι.
而从辛迪刻到泰尔莫冬河畔的忒弥斯库拉(因为这里是蓬托斯海最宽的部分)需要航行三天两夜;这些合起来是三十三万奥尔居伊亚,也就是三千三百斯塔德。
ὁ μέν νυν Πόντος οὗτος καὶ Βόσπορός τε καὶ Ἑλλήσποντος οὕτω τέ μοι μεμετρέαται4 καὶ κατὰ τὰ εἰρημένα πεφύκασι, παρέχεται δὲ καὶ λίμνην ὁ Πόντος οὗτος ἐκδιδοῦσαν ἐς αὐτὸν οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ,5 ἣ Μαιῆτίς τε καλέεται καὶ μήτηρ τοῦ Πόντου.
现在,这片蓬托斯海、博斯普鲁斯和赫勒斯滂就是由我这样测量,并且具有如前所述的性质。此外,这片蓬托斯海还拥有一片注入其中的湖泊,其面积比它自身小不了多少,这片湖被称为迈埃提斯,也被称为“蓬托斯海之母”。
- 4.86.1μεμέτρηται
第三人称单数完成时被动语态。主语 ταῦτα 为中性复数,符合希腊语中“中性复数主语配单数动词”的语法规则。
- 4.86.1ἐν μακρημερίῃ
意为“在白昼较长的时期”。此为爱奥尼亚方言形式,相当于雅典方言的 μακρημερίᾳ,指夏至前后一天之中白天的时长。
- 4.86.2ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ
属格 ἡμερέων 和 νυκτῶν 为描述属格,用以表示航行的持续时间(“九天八夜的航行”)。
- 4.86.4μεμετρέαται
爱奥尼亚方言中的第三人称复数完成时被动语态,相当于雅典方言的 μεμέτρηνται。与格 μοι 为施事者与格(“由我测量”)。
- 4.86.4οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ
πολλῷ τεῳ 为表示差异程度的与格(τεῳ 是不定代名词 τινί 的爱奥尼亚方言形式)。ἑωυτοῦ 是伴随比较级 ἐλάσσω 的比较属格,意为“比它自身(即蓬托斯海)小不了多少”。
