← 希罗多德

历史

§4.68.1-4.68.4

斯基泰国王患病时判定伪誓者的占卜

当斯基泰国王生病时,占卜师会被召来指控因对着王室炉灶发假誓而致病的人;若被告否认,则会召集更多占卜师重新判定,最终按多数意见决定被告或最初占卜师的生死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.68.1

ἐπεὰν δὲ βασιλεὺς ὁ Σκυθέων κάμῃ, μεταπέμπεται τῶν μαντίων ἄνδρας τρεῖς τοὺς εὐδοκιμέοντας μάλιστα, οἳ τρόπῳ τῷ εἰρημένῳ μαντεύονται· καὶ λέγουσι οὗτοι ὡς τὸ ἐπίπαν μάλιστα τάδε, ὡς τὰς βασιληίας ἱστίας ἐπιώρκηκε ὃς καὶ ὅς,1 λέγοντες τῶν ἀστῶν τὸν ἂν δὴ λέγωσι.

当斯基泰人的国王生病时,他会召集三位名望最高的占卜师,他们用上述方法进行占卜。他们大抵会这样说,某某人对着王室的炉灶发了假誓,并指名道姓地指出市民中他们所说的那个人。

§4.68.2

τὰς δὲ βασιληίας ἱστίας νόμος Σκύθῃσι τὰ μάλιστα ἐστὶ ὀμνύναι τότε ἐπεὰν τὸν μέγιστον ὅρκον ἐθέλωσι ὀμνύναι. αὐτίκα δὲ διαλελαμμένος2 ἄγεται οὗτος τὸν ἂν δὴ φῶσι ἐπιορκῆσαι, ἀπιγμένον δὲ ἐλέγχουσι οἱ μάντιες ὡς ἐπιορκήσας φαίνεται3 ἐν τῇ μαντικῇ τὰς βασιληίας ἱστίας καὶ διὰ ταῦτα ἀλγέει ὁ βασιλεύς· ὁ δὲ ἀρνέεται, οὐ φάμενος ἐπιορκῆσαι, καὶ δεινολογέεται.

当斯基泰人想要立下最庄严的誓言时,对着王室的炉灶宣誓是他们最普遍的习俗。那被指控发了假誓的人随即被捕并被带走;当他到达时,占卜师们指控他,称根据占卜结果,显然是他对着王室炉灶发了假誓,国王也因此而受苦。但那人予以否认,声称自己并未发假誓,并激烈地抗议这一不公。

§4.68.3

ἀρνεομένου δὲ τούτου ὁ βασιλεὺς μεταπέμπεται ἄλλους διπλησίους μάντιας· καὶ ἢν μὲν καὶ οὗτοι ἐσορῶντες ἐς τὴν μαντικὴν καταδήσωσι4 ἐπιορκῆσαι, τοῦ δὲ ἰθέως τὴν κεφαλὴν ἀποτάμνουσι, καὶ τὰ χρήματα αὐτοῦ διαλαγχάνουσι οἱ πρῶτοι τῶν μαντίων·

如果此人否认,国王便会召集双倍数量的其他占卜师。如果这些人通过观察占卜也认定他发了假誓,便会立即斩下他的头,而最初的占卜师们则瓜分他的财产。

§4.68.4

ἢν δὲ οἱ ἐπελθόντες μάντιες ἀπολύσωσι, ἄλλοι πάρεισι μάντιες καὶ μάλα ἄλλοι. ἢν ὦν οἱ πλεῦνες τὸν ἄνθρωπον ἀπολύσωσι, δέδοκται τοῖσι πρώτοισι τῶν μαντίων αὐτοῖσι ἀπόλλυσθαι.5

但如果新来的占卜师宣判他无罪,便会有其他的占卜师来,接着是更多的占卜师。因此,如果大多数占卜师都宣判那人无罪,那么最初的占卜师们自己就必须被处死,这已成定规。

语法注5 条
  1. 4.68.1ὃς καὶ ὅς

    表示“某某人”、“如此这般的人”的代词性表达,用于泛指某个不特定的人,而非直接点出其具体名字。

  2. 4.68.2διαλελαμμένος

    动词 διαλαμβάνω(从两侧抓住、逮捕)的完成时被动分词,表示“被拘捕、被两边架住”的身体受缚状态。

  3. 4.68.2ὡς ἐπιορκήσας φαίνεται

    动词 φαίνεται(显现、显然)搭配分词 ἐπιορκήσας(发假誓),并由 ὡς 引导,表示占卜师们断言该人“显然发了假誓”的指控内容。

  4. 4.68.3καταδήσωσι

    动词 καταδέω(绑定、束缚)的过去不定时虚拟式。在此处的巫术和审判语境中,意为“(通过占卜或判决)判定有罪”或“指控确凿”。

  5. 4.68.4δέδοκται τοῖσι πρώτοισι τῶν μαντίων αὐτοῖσι ἀπόλλυσθαι

    无人称完成时 δέδοκται(已成定规、被决定)后接与格主体(最初的占卜师们自己)和现在时不定式 ἀπόλλυσθαι(灭亡、被处死),表示“他们自身必须被处死”已被确立为不可更改的规则。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.68.1-4.68.4