- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.61.1-4.61.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
本段描述了在缺乏木材的斯基泰地区独特的煮肉方法(以骨头为燃料,使用当地的釜或祭物的胃袋),以及肉煮好后献祭初仪的过程。
τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης1 ὧδε σφι ἐς τὴν ἕψησιν τῶν κρεῶν ἐξεύρηται· ἐπειδὰν ἀποδείρωσι τὰ ἱρήια, γυμνοῦσι τὰ ὀστέα τῶν κρεῶν, ἔπειτα ἐσβάλλουσι, ἢν μὲν τύχωσι ἔχοντες, ἐς λέβητας ἐπιχωρίους, μάλιστα Λεσβίοισι κρητῆρσι προσεικέλους, χωρὶς ἢ ὅτι2 πολλῷ μέζονας· ἐς τούτους ἐσβάλλοντες ἕψουσι ὑποκαίοντες τὰ ὀστέα τῶν ἱρηίων. ἢν δὲ μή σφι παρῇ ὁ λέβης, οἳ δὲ3 ἐς τὰς γαστέρας τῶν ἱρηίων ἐσβάλλοντες τὰ κρέα πάντα καὶ παραμίξαντες ὕδωρ ὑποκαίουσι τὰ ὀστέα· τὰ δὲ αἴθεται4 κάλλιστα, αἱ δὲ γαστέρες χωρέουσι εὐπετέως τὰ κρέα ἐψιλωμένα τῶν ὀστέων· καὶ οὕτω βοῦς τε ἑωυτὸν ἐξέψει καὶ τἆλλα ἱρήια ἑωυτὸ ἕκαστον. ἐπεὰν δὲ ἑψηθῇ τὰ κρέα, ὁ θύσας τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος5 ῥίπτει ἐς τὸ ἔμπροσθε. θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα καὶ ἵππους μάλιστα.
由于斯基泰的土地极其缺乏木材,他们便想出了如下煮肉的方法:当他们剥去祭物的皮后,便把骨头上的肉剥干净,然后,如果他们碰巧有当地的釜,就放进釜里——这种釜非常像莱斯博斯式的混酒器,只是要大得多;他们把肉放进这些釜里,在下面烧着祭物的骨头来煮。但如果他们手头没有釜,他们就把所有的肉放进祭物的胃袋里,掺入水,然后在下面烧骨头;这些骨头燃烧得极好,而胃袋也很容易容纳已经剥离了骨头的肉。就这样,牛煮了它自己,其他每种祭物也都煮了它们自己。肉煮好后,献祭者便从肉和内脏中取出初物,扔到自己面前。他们也献祭其他牲畜,尤其是马。
- 4.61.1τῆς δὲ γῆς τῆς Σκυθικῆς αἰνῶς ἀξύλου ἐούσης
伴随表示原因的分词 ἐούσης 的属格独立结构(genitive absolute),意为“由于斯基泰的土地极其缺乏木材”。
- 4.61.1χωρὶς ἢ ὅτι
起连接词作用的习惯用语,意为“除了……之外”或“仅仅在……这一点上有所不同”。
- 4.61.1οἳ δὲ
形式上与关系代名词相同,但此处是指示代词(主格复数),带有后置的 δέ,在条件从句(ἢν δὲ μή...)之后强调用作主句的主语(“然而他们”)。
- 4.61.2τὰ δὲ αἴθεται
主语是代指前句“骨头”(τὰ ὀστέα)的中性复数代词 τὰ δέ,其动词采用了单数第三人称形式 αἴθεται,符合古典希腊语中“中性复数主语配单数动词”的语法规则。
- 4.61.2τῶν κρεῶν καὶ τῶν σπλάγχνων ἀπαρξάμενος
伴随要求接属格的分词 ἀπαρξάμενος(取初物献祭)的部分属格,意为“从肉和内脏中取出初物”。
