- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.46.1-4.46.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
作者指出黑海沿岸的各民族十分无知,唯独斯基泰人例外,并赞赏他们通过游牧生活方式确立了独特的、不可战胜的生存策略,使敌人无法捕获他们。
ὁ δὲ Πόντος ὁ Εὔξεινος, ἐπʼ ὃν ἐστρατεύετο ὁ Δαρεῖος, χωρέων πασέων παρέχεται ἔξω τοῦ Σκυθικοῦ ἔθνεα ἀμαθέστατα. οὔτε γὰρ ἔθνος τῶν ἐντὸς τοῦ Πόντου οὐδὲν ἔχομεν προβαλέσθαι1 σοφίης πέρι οὔτε ἄνδρα λόγιον οἴδαμεν γενόμενον, πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος καὶ Ἀναχάρσιος.
大流士所征讨的黑海(蓬托斯·埃乌克塞诺斯)沿岸地区,除了斯基泰人以外,在所有土地中拥有最无知的民族。因为在黑海沿岸的民族中,我们无法举出任何一个在智慧上值得称道的民族,除了斯基泰民族和阿纳哈尔西斯之外,我们也未曾听说过有任何博学之人出现。
τῷ δὲ Σκυθικῷ γένει ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηίων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται τῶν ἡμεῖς ἴδμεν, τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι· τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται ὥστε ἀποφυγεῖν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας, μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷον τε εἶναι.2
然而,对于斯基泰民族来说,在人类事务中最重要的一个方面,他们做出了在我们所知的所有人中最聪明的发明。不过,在其他方面我并不赞赏他们。而这最重要的一点是这样被他们设计出来的:任何进攻他们的人都无法逃脱,而当他们自己不想被发现时,要追捕他们也是不可能的。
τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ᾖ ἐκτισμένα, ἀλλὰ φερέοικοι ἐόντες πάντες ἔωσι ἱπποτοξόται, ζῶντες μὴ ἀπʼ ἀρότου ἀλλʼ ἀπὸ κτηνέων, οἰκήματα τε σφι ᾖ ἐπὶ ζευγέων, κῶς οὐκ ἂν εἴησαν3 οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν;
因为对于那些既没有建立城市也没有建立城墙,而是人人随身携带房屋的骑马弓兵,不靠耕作而是靠牲畜生活,且将住所设在车轮之上的民族,这些人怎么可能不是无懈可击、无法接近和交战的呢?
- 4.46.1ἔχομεν προβαλέσθαι
动词 ἔχω 搭配不定式(此处为 προβαλέσθαι“提出、举出”)表示能力或可能性,相当于英语中的 "can",意为“我们能够举出”。
- 4.46.2ὥστε ἀποφυγεῖν τε μηδένα ... μὴ βουλομένους τε ἐξευρεθῆναι καταλαβεῖν μὴ οἷον τε εἶναι
在 ὥστε 引导的子句中包含两个不定式结构。前半部分 ἀποφυγεῖν 的主语是 μηδένα ἐπελθόνта(进攻的人谁也无法……);后半部分则是非人称表达 μὴ οἷόν τε εἶναι(是不可能的)支配着不定式 καταλαβεῖν(追捕),并伴有条件分词 μὴ βουλομένους(若他们不愿被发现,作宾格与隐含的宾语一致)。
- 4.46.3τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ᾖ ἐκτισμένα ... κῶς οὐκ ἂν εἴησαν
以与格关系代词 τοῖσι(表示领有的与格)开始的关系子句置于句首,作为主句中指示代词 οὗτοι 的先行词。关系子句中的虚拟语气 ᾖ 和 ἔωσι 表示一般性、假设性的特征(一般关系子句)。
