- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.45.1-4.45.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
赫罗多德对原本是同一块的陆地为何会被赋予三个源自女性的名称(利比亚、亚洲和欧洲)并划分边界表示疑惑,并探讨了欧洲未知的范围以及这些地名的神话起源。
ἡ δὲ Εὐρώπη πρὸς οὐδαμῶν φανερή ἐστι γινωσκομένη,1 οὔτε τὰ πρὸς ἥλιον ἀνατέλλοντα οὔτε τὰ πρὸς βορέην, εἰ περίρρυτος ἐστί· μήκεϊ δὲ γινώσκεται παρʼ ἀμφοτέρας παρήκουσα.2
至于欧洲,无论是东面还是北面,它是否被水环绕,任何人都不清楚;但在长度上,已知它一直延伸并与另外两个地区并列。
οὐδʼ ἔχω συμβαλέσθαι3 ἐπʼ ὅτευ4 μιῇ ἐούσῃ γῇ οὐνόματα τριφάσια κέεται ἐπωνυμίας ἔχοντα γυναικῶν, καὶ οὐρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος (οἳ δὲ Τάναιν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσι), οὐδὲ τῶν διουρισάντων τὰ οὐνόματα πυθέσθαι, καὶ ὅθεν ἔθεντο τὰς ἐπωνυμίας.
我无法推测,为什么对于原本是同一块的陆地,要给出三个源自女性名字的不同名称,并且将埃及的尼罗河和科尔基斯的法西斯河定为它的边界(尽管也有人说是流入梅奥蒂斯湖的塔奈斯河以及基梅里渡口),我也无法查明是谁做出了这些划分并命名,以及他们从何处取了这些名字。
ἤδη γὰρ Λιβύη μὲν ἐπὶ Λιβύης λέγεται ὑπὸ τῶν πολλῶν Ἑλλήνων ἔχειν τὸ οὔνομα γυναικὸς αὐτόχθονος, ἡ δὲ Ἀσίη ἐπὶ τῆς Προμηθέος γυναικὸς τὴν ἐπωνυμίην. καὶ τούτου μὲν μεταλαμβάνονται τοῦ οὐνόματος5 Λυδοί, φάμενοι ἐπὶ Ἀσίεω τοῦ Κότυος τοῦ Μάνεω κεκλῆσθαι τὴν Ἀσίην, ἀλλʼ οὐκ ἐπὶ τῆς Προμηθέος Ἀσίης· ἀπʼ ὅτευ καὶ τὴν ἐν Σάρδισι φυλὴν κεκλῆσθαι Ἀσιάδα.
因为大多数希腊人说,利比亚的名字来自当地的一个土著妇女利比亚,而亚洲的名字则来自普罗米修斯的妻子。然而,吕底亚人对这个名字也提出了所有权的要求,声称亚洲是根据科提斯(马内斯之子)之子阿西阿斯的名字命名的,而不是根据普罗米修斯的妻子阿西亚;他们说,萨尔迪斯的阿西亚部族也是根据这个人的名字命名的。
ἡ δὲ δὴ Εὐρώπη οὔτε εἰ περίρρυτος ἐστὶ γινώσκεται πρὸς οὐδαμῶν ἀνθρώπων, οὔτε ὁκόθεν τὸ οὔνομα ἔλαβε τοῦτο, οὔτε ὅστις οἱ ἦν ὁ θέμενος φαίνεται, εἰ μὴ ἀπὸ τῆς Τυρίης φήσομεν Εὐρώπης λαβεῖν τὸ οὔνομα τὴν χώρην· πρότερον δὲ ἦν ἄρα ἀνώνυμος ὥσπερ αἱ ἕτεραι.
至于欧洲,没有任何人知道它是否被水环绕,也不清楚这个名字是从哪里得来的,或者究竟是谁给它起的名字,除非我们要说这片土地的名字是从泰尔的欧罗巴那里得来的;而在那之前,它显然和另外两个地区一样是没有名字的。
ἀλλʼ αὕτη γε ἐκ τῆς Ἀσίης τε φαίνεται ἐοῦσα καὶ οὐκ ἀπικομένη ἐς τὴν γῆν ταύτην ἥτις νῦν ὑπὸ Ἑλλήνων Εὐρώπη καλέεται, ἀλλʼ ὅσον ἐκ Φοινίκης ἐς Κρήτην, ἐκ Κρήτης δὲ ἐς Λυκίην. ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω· τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα.6
可是,这位欧罗巴显然属于亚洲,她从未到过现在被希腊人称为欧洲的这片土地,而只是从腓尼基到了克里特,又从克里特到了吕基亚。关于这些事情就说这么多吧;因为我们将采用那些已被普遍接受的习惯称呼。
- 4.45.1φανερή ἐστι γινωσκομένη
形容词 φανερός 与分词 γινωσκομένη 结合,表示“明显被……所知”。此句中与否定副词短语 πρὸς οὐδαμῶν(不被任何人)连用,意为“不被任何人清楚地知道”。
- 4.45.1παρʼ ἀμφοτέρας παρήκουσα
ἀμφοτέρας 是阴性宾格复数,指代前文提到的利比亚和亚洲两个地区。分词 παρήκουσα 意为“并列延伸”,与主句主语 Εὐρώπη 保持一致。
- 4.45.2οὐδʼ ἔχω συμβαλέσθαι
动词 ἔχω 后面接不定式(此处为 συμβαλέσθαι 以及后文的 πυθέσθαι),用于表示能力或可能性(相当于“能够”)。与否定词 οὐδέ 结合,表示“既无法推测……也无法查明”。
- 4.45.2ἐπʼ ὅτευ
爱奥尼亚方言的 ἐπʼ ὅτευ 相当于雅典方言的 ἐφ' ὅτῳ(介词 ἐπί 加关系/不定代词的与格)。它引导一个间接疑问句,表示“为了什么原因”或“为什么”。
- 4.45.3μεταλαμβάνονται τοῦ οὐνόματος
动词 μεταλαμβάνω 的中动态支配属格(τοῦ οὐνόματος),意为“分享……的份额”或“声称拥有……的权利”。在此处指吕底亚人声称对“亚洲”这一地名的命名权拥有所有权。
- 4.45.5τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα
τοῖσι νομιζομένοισι(爱奥尼亚方言,相当于雅典方言的 τοῖς νομιζομένοις)是中性复数与格,意为“被普遍接受的习惯”或“公认的称呼”。由于动词 χράομαι(使用)支配与格,因而此处使用与格。αὐτῶν 是关于这些名称的属格。
